Книги онлайн и без регистрации » Разная литература » Сочинения. Том 5 - Гален Клавдий

Сочинения. Том 5 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 42 43 44 45 46 47 48 49 50 ... 182
Перейти на страницу:
καὶ κορεσθεῖσα βάρος ἡγεῖται τὸ λοιπὸν αὐτά. τὸ περιττὸν οὖν εὐθὺς ἀποτρίβεταί τε καὶ ὠθεῖ κάτω πρὸς ἕτερον ἔργον αὐτὴ τρεποµένη, τὴν πρόσφυσιν. ἐν δὲ τούτῳ τῷ χρόνῳ διερχοµένη τὸ ἔντερον ἅπαν ἡ τροφὴ διὰ τῶν εἰς αὐτὸ καθηκόντων ἀγγείων ἀναρπάζεται, πλείστη µὲν εἰς τὰς φλέβας, ὀλίγη δέ τις εἰς τὰς ἀρτηρίας, ὡς µικρὸν ὕστερον ἀποδείξοµεν. ἐν τούτῳ δ’ αὖ τῷ χρόνῳ καὶ τοῖς τῶν ἐντέρων χιτῶσι προστίθεται. καί µοι τεµὼν ἤδη τῷ λογισµῷ τὴν τῆς τροφῆς οἰκονοµίαν ἅπασαν εἰς τρεῖς µοίρας χρόνων ἐν µὲν τῇ πρώτῃ νόει µένουσάν θ’ ἅµα κατὰ τὴν κοιλίαν αὐτὴν καὶ πεττοµένην καὶ προστιθεµένην εἰς κόρον τῇ γαστρὶ καί τι καὶ τῷ ἥπατι παρ’ αὐτῆς ἀναφερόµενον· ἐν δὲ τῇ δευτέρᾳ διερχοµένην τά τ’ ἔντερα καὶ προστιθεµένην εἰς κόρον αὐτοῖς τε τούτοις καὶ τῷ ἥπατι καί τι βραχὺ µέρος αὐτῆς πάντη τοῦ σώµατος φερόµενον· ἐν δὲ δὴ τούτῳ τῷ καιρῷ τὸ προστεθὲν ἐν τῷ πρώτῳ χρόνῳ προσφύεσθαι νόει τῇ γαστρί· κατὰ δὲ τὴν τρίτην µοῖραν τοῦ χρόνου τρέφεσθαι µὲν ἤδη τὴν κοιλίαν ὁµοιώσασαν ἑαυτῇ τελέως τὰ προσφύντα, πρόσφυσιν δὲ τοῖς ἐντέροις καὶ τῷ ἥπατι γίγνεσθαι τῶν προστεθέντων, ἀνάδοσιν δὲ πάντη τοῦ σώµατος καὶ πρόσθεσιν. εἰ µὲν οὖν ἐπὶ τούτοις εὐθέως τὸ ζῷον λαµβάνοι τροφήν, ἐν ᾧ πάλιν ἡ γαστὴρ χρόνῳ πέττει τε ταύτην καὶ ἀπολαύει προστιθεῖσα πᾶν ἐξ αὐτῆς τὸ χρηστὸν τοῖς ἑαυτῆς χιτῶσι, τὰ µὲν ἔντερα τελέως ὁµοιώσει τὸν προσφύντα χυµόν, ὡσαύτως δὲ καὶ τὸ ἧπαρ. ἐν ὅλῳ δὲ τῷ σώµατι πρόσφυσις τῶν προστεθέντων τῆς τροφῆς ἔσται µορίων. εἰ δ’ ἄσιτος ἀναγκάζοιτο µένειν ἡ γαστὴρ ἐν τούτῳ τῷ χρόνῳ, παρὰ τῶν ἐν µεσεντερίῳ τε καὶ ἥπατι φλεβῶν ἕλξει τὴν τροφήν· οὐ γὰρ ἐξ αὐτοῦ γε τοῦ σώµατος τοῦ ἥπατος. λέγω δὲ σῶµα τοῦ ἥπατος αὐτήν τε τὴν ἰδίαν αὐτοῦ σάρκα πρώτην καὶ µάλιστα, µετὰ δὲ τήνδε καὶ τῶν ἀγγείων ἕκαστον τῶν κατ’ αὐτό. τὸν µὲν γὰρ ἐν ἑκάστῳ τῶν µορίων ἤδη περιεχόµενον χυµὸν οὐκέτ’ εὔλογον ἀντισπᾶν ἑτέρῳ µορίῳ καὶ µάλισθ’ ὅταν ἤδη πρόσφυσις ἢ ἐξοµοίωσις αὐτοῦ γίγνηται. τὸν δ’ ἐν ταῖς εὐρυχωρίαις τῶν φλεβῶν τὸ µᾶλλον ἰσχύον θ’ ἅµα καὶ δεόµενον ἀντισπᾷ µόριον. οὕτως οὖν καὶ ἡ γαστὴρ ἐν ᾧ χρόνῳ δεῖται µὲν αὐτὴ τροφῆς, ἐσθίει δ’ οὐδέπω τὸ ζῷον, ἐν τούτῳ τῶν κατὰ τὸ ἧπαρ ἐξαρπάζει φλεβῶν. ἐπεὶ δὲ καὶ τὸν σπλῆνα διὰ τῶν ἔµπροσθεν ἐδείκνυµεν ὅσον ἐν ἥπατι παχύτερον ἕλκοντα κατεργάζεσθαί τε καὶ µεταβάλλειν ἐπὶ τὸ χρηστότερον, οὐδὲν οὐδ’ ἐνταῦθα θαυµαστὸν ἕλκεσθαί τι κἀκ τοῦ σπληνὸς εἰς ἕκαστον τῶν κοινωνούντων αὐτῷ κατὰ τὰς φλέβας ὀργάνων, οἷον εἰς ἐπίπλοον καὶ µεσεντέριον καὶ λεπτὸν ἔντερον καὶ κῶλον καὶ αὐτὴν τὴν γαστέρα· κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐξερεύγεσθαι µὲν εἰς τὴν γαστέρα τὸ περίττωµα καθ’ ἕτερον χρόνον, αὐτὸν δ’ αὖθις ἐκ τῆς γαστρὸς ἕλκειν τι τῆς οἰκείας τροφῆς ἐν ἑτέρῳ καιρῷ. καθόλου δ’ εἰπεῖν, ὃ καὶ πρόσθεν ἤδη λέλεκται, πᾶν ἐκ παντὸς ἕλκειν τε καὶ πέµπειν ἐγχωρεῖ κατὰ διαφέροντας χρόνους, ὁµοιοτάτου γιγνοµένου τοῦ συµβαίνοντος, ὡς εἰ καὶ ζῷα νοήσαις πολλὰ τροφὴν ἄφθονον ἐν κοινῷ κατακειµένην, εἰς ὅσον βούλεται, προσφερόµενα. καθ’ ὃν γὰρ ἤδη πέπαυται χρόνον ἕτερα, κατὰ τοῦτον εἰκὸς ἐσθίειν ἕτερα, καὶ µέλλειν γε τὰ µὲν παύεσθαι, τὰ δ’ ἄρχεσθαι, καί τινα µὲν συνεσθίοντα, τὰ δ’ ἀνὰ µέρος ἐσθίοντα καὶ ναὶ µὰ Δία γε τὸ ἕτερον ἁρπάζειν θατέρου πολλάκις, εἰ τὸ µὲν ἕτερον ἐπιδέοιτο, τῷ δ’ ἀφθόνως παρακέοιτο. καὶ οὕτως οὐδὲν θαυµαστὸν οὔτ’ ἐκ τῆς ἐσχάτης ἐπιφανείας εἴσω τι πάλιν ὑποστρέφειν οὔτε διὰ τῶν αὐτῶν ἀγγείων ἐξ ἥπατός τε καὶ σπληνὸς εἰς κοιλίαν ἀνενεχθῆναί τι, δι’ ὧν ἐκ ταύτης εἰς ἐκεῖνα πρότερον ἀνηνέχθη. κατὰ µὲν γὰρ τὰς ἀρτηρίας ἱκανῶς ἐναργὲς τὸ τοιοῦτον, ὥσπερ καὶ κατὰ τὴν καρδίαν τε καὶ τὸν θώρακα καὶ τὸν πνεύµονα. τούτων γὰρ ἁπάντων διαστελλοµένων τε καὶ συστελλοµένων ἐναλλὰξ ἀναγκαῖον, ἐξ ὧν εἱλκύσθη τι πρότερον, εἰς ταῦθ’ ὕστερον ἐκπέµπεσθαι. καὶ ταύτην ἄρα τὴν ἀνάγκην ἡ φύσις προγιγνώσκουσα τοῖς ἐν τῇ καρδίᾳ στόµασι τῶν ἀγγείων ὑµένας ἐπέφυσε κωλύσοντας εἰς τοὐπίσω φέρεσθαι τὰς ὕλας. ἀλλ’ ὅπως µὲν τοῦτο γίγνεται καὶ καθ’ ὅντινα τρόπον, ἐν τοῖς περὶ χρείας µορίων εἰρήσεται δεικνύντων ἡµῶν τά τ’ ἄλλα καὶ ὡς ἀδύνατον οὕτως ἀκριβῶς κλείεσθαι τὰ στόµατα τῶν ἀγγείων, ὡς µηδὲν παλινδροµεῖν. εἰς µὲν γὰρ τὴν ἀρτηρίαν τὴν φλεβώδη, καὶ γὰρ καὶ τοῦτ’ ἐν ἐκείνοις δειχθήσεται, πολὺ πλέον ἢ διὰ τῶν ἄλλων στοµάτων εἰς τοὐπίσω πάλιν ἀναγκαῖον ἐπανέρχεσθαι. τὸ δ’ εἰς τὰ παρόντα χρήσιµον, ὡς οὐκ ἐνδέχεταί τι τῶν αἰσθητὴν καὶ µεγάλην ἐχόντων εὐρύτητα µὴ οὐκ ἤτοι διαστελλόµενον ἕλκειν ἐξ ἁπάντων τῶν πλησίον ἢ ἐκθλίβειν αὖθις εἰς ταῦτα συστελλόµενον ἔκ τε τῶν ἤδη προειρηµένων ἐν τῷδε τῷ λόγῳ σαφὲς ἂν εἴη κἀξ ὧν ᾿Ερασίστρατός τε καὶ ἡµεῖς ἑτέρωθι περὶ τῆς πρὸς τὸ κενούµενον ἀκολουθίας ἐδείξαµεν.

14. ᾿Αλλὰ µὴν καὶ ὡς ἐν ἑκάστῃ τῶν ἀρτηριῶν ἐστί τις δύναµις ἐκ τῆς καρδίας ἐπιρρέουσα, καθ’ ἣν διαστέλλονταί τε καὶ συστέλλονται, δέδεικται δι’ ἑτέρων. εἴπερ οὖν συνθείης ἄµφω τό τε ταύτην εἶναι τὴν κίνησιν αὐταῖς τό τε πᾶν τὸ διαστελλόµενον ἕλκειν ἐκ τῶν πλησίον εἰς ἑαυτό, θαυµαστὸν οὐδέν σοι φανεῖται τὰς ἀρτηρίας, ὅσαι µὲν εἰς τὸ δέρµα περαίνουσιν αὐτῶν, ἐπισπᾶσθαι τὸν ἔξωθεν ἀέρα διαστελλοµένας, ὅσαι δὲ κατά τι πρὸς τὰς φλέβας ἀνεστόµωνται, τὸ λεπτότατον ἐν αὐταῖς καὶ ἀτµωδέστατον ἐπισπᾶσθαι τοῦ αἵµατος, ὅσαι δ’ ἐγγὺς τῆς καρδίας εἰσίν, ἐξ αὐτῆς ἐκείνης ποιεῖσθαι τὴν ὁλκήν. ἐν γὰρ τῇ πρὸς τὸ κενούµενον ἀκολουθίᾳ τὸ κουφότατόν τε καὶ λεπτότατον ἕπεται πρῶτον τοῦ βαρυτέρου τε καὶ παχυτέρου· κουφότατον δ’ ἐστὶ καὶ λεπτότατον ἁπάντων τῶν κατὰ τὸ σῶµα πρῶτον µὲν τὸ πνεῦµα, δεύτερον δ’ ὁ ἀτµός, ἐπὶ τούτῳ δὲ τρίτον, ὅσον ἂν ἀκριβῶς ᾖ κατειργασµένον τε καὶ λελεπτυσµένον αἷµα. ταῦτ’ οὖν εἰς ἑαυτὰς ἕλκουσιν αἱ ἀρτηρίαι πανταχόθεν, αἱ µὲν εἰς τὸ δέρµα καθήκουσαι τὸν ἔξωθεν ἀέρα· πλησίον τε γὰρ αὐταῖς οὗτός ἐστι καὶ κουφότατος ἐν τοῖς µάλιστα· τῶν δ’ ἄλλων ἡ µὲν ἐπὶ τὸν τράχηλον ἐκ τῆς καρδίας ἀνιοῦσα καὶ ἡ κατὰ ῥάχιν, ἤδη δὲ καὶ ὅσαι τούτων ἐγγὺς ἐξ αὐτῆς µάλιστα τῆς καρδίας· ὅσαι δὲ καὶ τῆς καρδίας πορρωτέρω καὶ τοῦ δέρµατος, ἕλκειν ταύταις ἀναγκαῖον ἐκ τῶν φλεβῶν τὸ κουφότατον τοῦ αἵµατος· ὥστε καὶ τῶν εἰς τὴν γαστέρα τε καὶ τὰ ἔντερα καθηκουσῶν ἀρτηριῶν [ἀπὸ τῶν ἐπὶ τῇ ῥάχει πεφυκυιῶν ἁπασῶν] τὴν ὁλκὴν ἐν τῷ διαστέλλεσθαι γίγνεσθαι παρά τε τῆς καρδίας αὐτῆς καὶ τῶν παρακειµένων αὐτῇ φλεβῶν παµπόλλων οὐσῶν.

1 ... 42 43 44 45 46 47 48 49 50 ... 182
Перейти на страницу:

Комментарии
Минимальная длина комментария - 20 знаков. В коментария нецензурная лексика и оскорбления ЗАПРЕЩЕНЫ! Уважайте себя и других!
Комментариев еще нет. Хотите быть первым?