Сочинения. Том 5 - Гален Клавдий
Шрифт:
-
+
Интервал:
-
+
Закладка:
Сделать
Перейти на страницу:
ἀπολαύσῃ, τὸ περιττὸν ἅπαν ἀποθέσθαι σπεύδει, καθότι µάλιστα δύναται τάχιστά θ’ ἅµα καὶ κάλλιστα, κατὰ τὴν τοῦ περιττοῦ ῥοπήν. ὅθεν ἡ γαστὴρ τὰ µὲν ἐπιπολάζοντα τῶν περιττωµάτων ἐµέτοις ἐκκαθαίρει, τὰ δ’ ὑφιστάµενα διαρροίαις. καὶ τό γε ναυτιῶδες γίγνε-σθαι τὸ ζῷον τοῦτ’ ἔστιν ὁρµῆσαι τὴν γαστέρα κενωθῆναι δι’ ἐµέτου. οὕτω δὲ δή τι βίαιον καὶ σφοδρὸν ἡ ἐκκριτικὴ δύναµις ἔχει, ὥστ’ ἐν τοῖς εἰλεοῖς, ὅταν ἀποκλεισθῇ τελέως ἡ κάτω διέξοδος, ἐµεῖται κόπρος. καίτοι πρὶν διελθεῖν τό τε λεπτὸν ἔντερον ἅπαν καὶ τὴν νῆστιν καὶ τὸν πυλωρὸν καὶ τὴν γαστέρα καὶ τὸν οἰσοφάγον οὐχ οἷόν τε διὰ τοῦ στόµατος ἐκπεσεῖν οὐδενὶ τοιούτῳ περιττώµατι. τί δὴ θαυµαστόν, εἰ κἀκ τῆς ἐσχάτης ἐπιφανείας τῆς κατὰ τὸ δέρµα µέχρι τῶν ἐντέρων τε καὶ τῆς γαστρὸς ἀφικνοῖτό τι µεταλαµβανόµενον, ὡς καὶ τοῦθ’ ῾Ιπποκράτης ἡµᾶς ἐδίδαξεν, οὐ πνεῦµα µόνον ἢ περίττωµα φάσκων ἀλλὰ καὶ τὴν τροφὴν αὐτὴν ἐκ τῆς ἐσχάτης ἐπιφανείας αὖθις ἐπὶ τὴν ἀρχήν, ὅθεν ἀνηνέχθη, καταφέρεσθαι. ἐλάχισται γὰρ ῥοπαὶ κινήσεων τὴν ἐκκριτικὴν ταύτην οἰακίζουσι δύναµιν, ὡς ἂν διὰ τῶν ἐγκαρσίων µὲν ἰνῶν γιγνοµένην, ὠκύτατα δὲ διαδιδοµένην ἀπὸ τῆς κινησάσης ἀρχῆς ἐπὶ τὰ καταντικρὺ πέρατα. οὔκουν ἀπεικὸς οὐδ’ ἀδύνατον ἀήθει ποτὲ ψύξει τὸ πρὸς τῷ δέρµατι µόριον ἐξαίφνης πιληθὲν ἅµα µὲν ἀρρωστότερον αὐτὸ γενόµενον, ἅµα δ’ οἷον ἄχθος τι µᾶλλον ἢ παρασκευὴν θρέψεως ἔχον τὴν ἔµπροσθεν ἀλύπως αὐτῷ παρεσπαρµένην ὑγρότητα καὶ διὰ τοῦτ’ ἀποθέσθαι σπεῦδον, ἅµα δὲ τῆς ἔξω φορᾶς ἀποκεκλεισµένης τῇ πυκνώσει, πρὸς τὴν λοιπὴν ἐπιστραφῆναι καὶ οὕτω βιασάµενον εἰς τὸ παρακείµενον αὐτῷ µόριον ἀθρόως ἀπώσασθαι τὸ περιττόν, ἐκεῖνο δ’ αὖ πάλιν εἰς τὸ µετ’ αὐτό, καὶ τοῦτο µὴ παύσασθαι γιγνόµενον, ἄχρις ἂν ἡ µετάληψις ἐπὶ τὰ ἐντὸς πέρατα τῶν φλεβῶν τελευτήσῃ. αἱ µὲν δὴ τοιαῦται κινήσεις θᾶττον ἀποπαύονται, αἱ δ’ ἀπὸ τῶν ἔνδοθεν διερεθιζόντων, ὡς ἔν τε τοῖς καθαίρουσι φαρµάκοις καὶ ταῖς χολέραις ἰσχυρότεραί τε πολὺ καὶ µονιµώτεραι γίγνονται καὶ διαµένουσιν, ἔστ’ ἂν καὶ ἡ περὶ τοῖς στόµασι τῶν ἀγγείων διάθεσις, ἡ τὸ πλησίον ἕλκουσα, παραµένῃ. αὕτη µὲν γὰρ τὸ συνεχὲς ἐκκενοῖ µόριον, ἐκεῖνο δ’ αὖ τὸ µετ’ αὐτὸ καὶ τοῦτ’ οὐ παύεται µέχρι τῆς ἐσχάτης ἐπιφανείας, ὥστε διαδιδόντων τῶν ἐφεξῆς ἀεὶ µορίων ἑτέρων ἑτέροις τὸ πρῶτον πάθος ὠκύτατα διικνεῖσθαι µέχρι τῶν ἐσχάτων. οὕτως οὖν ἔχει κἀπὶ τῶν εἰλεῶν. αὐτὸ µὲν γὰρ τὸ φλεγµαῖνον ἔντερον οὔτε τοῦ βάρους οὔτε τῆς δριµύτητος ἀνέχεται τῶν περιττωµάτων καὶ διὰ τοῦτ’ ἐκκρίνειν αὐτὰ σπεύδει καὶ ἀπωθεῖσθαι πορρωτάτω. κωλυόµενον δὲ κάτω ποιεῖσθαι τὴν δίωσιν, ὅταν ἐνταυθοῖ ποτε τὸ σφοδρότατον ᾖ τῆς φλεγµονῆς, εἰς τὰ πλησιάζοντα τῶν ὑπερκειµένων ἐντέρων ἀπωθεῖται. καὶ οὕτως ἤδη κατὰ τὸ συνεχὲς τὴν ῥοπὴν τῆς ἐκκριτικῆς δυνάµεως ἄνω ποιησαµένης ἄχρι τοῦ στόµατος ἐπανέρχεται τὰ περιττώµατα. ταῦτα µὲν οὖν δὴ κἀν τοῖς τῶν νοσηµάτων λογισµοῖς ἐπὶ πλέον εἰρήσεται. τὸ δ’ ἐκ παντὸς εἰς πᾶν φέρεσθαί τι καὶ µεταλαµβάνεσθαι καὶ µίαν ἁπάντων εἶναι σύµπνοιάν τε καὶ σύρροιαν, ὡς ῾Ιπποκράτης ἔλεγεν, ἤδη µοι δοκῶ δεδεῖχθαι σαφῶς καὶ µηκέτ’ ἄν τινα, µηδ’ εἰ βραδὺς αὐτῷ νοῦς ἐνείη, περὶ τῶν τοιούτων ἀπορῆσαι µηδενός, οἷον ὅπως ἡ γαστὴρ ἢ τὰ ἔντερα τρέφεται καὶ τίνα τρόπον ἐκ τῆς ἐσχάτης ἐπιφανείας εἴσω τι διικνεῖται. πάντων γὰρ τῶν µορίων ἕλκειν µὲν τὸ προσῆκόν τε καὶ φίλιον, ἀποκρίνειν δὲ τὸ βαρῦνον ἢ δάκνον ἐχόντων δύναµιν οὐδὲν θαυµαστὸν ἐναντίας συνεχῶς γίγνεσθαι κινήσεις ἐν αὐτοῖς, ὥσπερ ἐπί τε τῆς καρδίας ὁρᾶται σαφῶς καὶ τῶν ἀρτηριῶν ἁπασῶν καὶ τοῦ θώρακος καὶ τοῦ πνεύµονος. ἐπὶ µέν γε τούτων ἁπάντων µόνον οὐ καθ’ ἑκάστην καιροῦ ῥοπὴν τὰς ἐναντίας κινήσεις θ’ ἅµα τῶν ὀργάνων καὶ φορὰς τῶν ὑλῶν ἐναργῶς ἔστιν ἰδεῖν γιγνοµένας. εἶτ’ ἐπὶ µὲν τῆς τραχείας ἀρτηρίας οὐκ ἀπορεῖς ἐναλλὰξ ποτὲ µὲν εἴσω παραγούσης εἰς τὸν πνεύµονα τὸ πνεῦµα, ποτὲ δ’ ἔξω, καὶ τῶν κατὰ τὰς ῥῖνας πόρων καὶ ὅλου τοῦ στόµατος ὡσαύτως οὐδ’ εἶναί σοι δοκεῖ θαυµαστὸν οὐδὲ παράδοξον, εἰ, δι’ οὗ µικρῷ πρόσθεν εἴσω παρεκοµίζετο τὸ πνεῦµα, διὰ τούτου νῦν ἐκπέµπεται, περὶ δὲ τῶν ἐξ ἥπατος εἰς ἔντερά τε καὶ γαστέρα καθηκουσῶν φλεβῶν ἀπορεῖς καί σοι θαυµαστὸν εἶναι φαίνεται, διὰ τῶν αὐτῶν ἀναδίδοσθαί θ’ ἅµα τὴν τροφὴν εἰς ἧπαρ ἕλκεσθαί τ’ ἐξ ἐκείνου πάλιν εἰς γαστέρα; διόρισαι δὴ τὸ ἅµα τοῦτο ποτέρως λέγεις. εἰ µὲν γὰρ κατὰ τὸν αὐτὸν χρόνον, οὐδ’ ἡµεῖς τοῦτό γέ φαµεν. ὥσπερ γὰρ εἰσπνέοµεν ἐν ἑτέρῳ χρόνῳ καὶ αὖθις πάλιν ἐν ἑτέρῳ ἀντεκπνέοµεν, οὕτω καὶ τροφὴν ἐν ἑτέρῳ µὲν χρόνῳ τὸ ἧπαρ ἐκ τῆς γαστρός, ἐν ἑτέρῳ δ’ ἡ γαστὴρ ἐκ τοῦ ἥπατος ἐπισπᾶται. εἰ δ’ ὅτι καθ’ ἓν καὶ ταὐτὸ ζῷον ἓν ὄργανον ἐναντίαις φοραῖς ὑλῶν ὑπηρετεῖ, τοῦτό σοι βούλεται δηλοῦν τὸ ἅµα καὶ τοῦτό σε ταράττει, τήν τ’ εἰσπνοὴν ἰδὲ καὶ τὴν ἐκπνοήν. πάντως που καὶ αὗται διὰ µὲν τῶν αὐτῶν ὀργάνων γίγνονται, τρόπῳ δὲ κινήσεώς τε καὶ φορᾶς τῶν ὑλῶν διαφέρουσιν. ὁ πνεύµων µὲν οὖν καὶ ὁ θώραξ καὶ ἀρτηρίαι αἱ τραχεῖαι καὶ αἱ λεῖαι καὶ καρδία καὶ στόµα καὶ ῥῖνες ἐν ἐλαχίσταις χρόνου ῥοπαῖς εἰς ἐναντίας κινήσεις αὐτά τε µεταβάλλει καὶ τὰς ὕλας µεθίστησιν. αἱ δ’ ἐξ ἥπατος εἰς ἔντερα καὶ γαστέρα καθήκουσαι φλέβες οὐκ ἐν οὕτω βραχέσι χρόνου µορίοις ἀλλ’ ἐν πολλαῖς ἡµέραις ἅπαξ ἐνίοτε τὴν ἐναντίαν κινοῦνται κίνησιν. ἔχει γὰρ ὧδε τὸ σύµπαν. ἕκαστον τῶν ὀργάνων εἰς ἑαυτὸ τὴν πλησιάζουσαν ἐπισπᾶται τροφὴν ἐκβοσκόµενον αὐτῆς ἅπασαν τὴν χρηστὴν νοτίδα, µέχρις ἂν ἱκανῶς κορεσθῇ, καὶ ταύτην, ὡς καὶ πρόσθεν ἐδείκνυµεν, ἐναποτίθεται ἑαυτῷ καὶ µετὰ ταῦτα προσφύει τε καὶ ὁµοιοῖ, τουτέστι τρέφεται. διώρισται γὰρ ἱκανῶς ἔµπροσθεν ἕτερόν τι τῆς θρέψεως ἐξ ἀνάγκης αὐτῆς προηγούµενον ἡ πρόσφυσις ὑπάρχειν, ἐκείνης δ’ ἔτι πρότερον ἡ πρόσθεσις. ὥσπερ οὖν τοῖς ζῴοις αὐτοῖς ὅρος ἐστὶ τῆς ἐδωδῆς τὸ πληρῶσαι τὴν γαστέρα, κατὰ τὸν αὐτὸν τρόπον ἑκάστῳ τῶν µορίων ὅρος ἐστὶ τῆς προσθέσεως ἡ πλήρωσις τῆς οἰκείας ὑγρότητος. ἐπεὶ τοίνυν ἅπαν µόριον τῇ γαστρὶ ὁµοίως ὀρέγεται τρέφεσθαι, καὶ περιπτύσσεται τῇ τροφῇ καὶ οὕτω σφίγγει πανταχόθεν αὐτὴν ὡς ἡ γαστήρ. ἕπεται δ’ ἐξ ἀνάγκης τούτῳ, καθάπερ καὶ πρόσθεν ἐρρέθη, τὸ πέττεσθαι τοῖς σιτίοις, τῆς γαστρὸς οὐ διὰ τοῦτο περιστελλοµένης αὐτοῖς, ἵν’ ἐπιτήδεια τοῖς ἄλλοις ἐργάσηται µορίοις· οὕτω γὰρ ἂν οὐκέτι φυσικὸν ὄργανον ἀλλὰ ζῷόν τι γίγνοιτο λογισµόν τε καὶ νοῦν ἔχον, ὡς αἱρεῖσθαι τὸ βέλτιον· ἀλλ’ αὕτη µὲν περιστέλλεται τῷ τὸ πᾶν σῶµα δύναµιν ἑλκτικήν τινα καὶ ἀπολαυστικὴν κεκτῆσθαι τῶν οἰκείων ποιοτήτων, ὡς ἔµπροσθεν ἐδείκνυτο· συµβαίνει δ’ ἐν τούτῳ τοῖς σιτίοις ἀλλοιοῦσθαι. καὶ µέντοι καὶ πληρωθεῖσα τῆς ἐξ αὐτῶν ὑγρότητος
Перейти на страницу:
Минимальная длина комментария - 20 знаков. В коментария нецензурная лексика и оскорбления ЗАПРЕЩЕНЫ! Уважайте себя и других!