Книги онлайн и без регистрации » Разная литература » Сочинения. Том 5 - Гален Клавдий

Сочинения. Том 5 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 159 160 161 162 163 164 165 166 167 ... 182
Перейти на страницу:
λειπυρίαν καὶ τὸν ἠπίαλον καὶ τὸν τυφώδη καὶ τὸν λοιµώδη καὶ τὸν ἡµιτριταῖον ἀµφηµερινόν τε καὶ τριταῖον καὶ τεταρταῖον. ἀλλὰ καὶ αὐτὸς ὁ Λύκος ἑτέρωθι γράφει πυρετῶν διαφορὰς ὥσπερ γε καὶ τῶν ἄλλων σχεδὸν ἁπάντων πραγµάτων.

5. Τί ποτ’ οὖν δόξαν αὐτῷ νῦν ἐπελάθετο τοῦ τέµνειν ἕκαστον τῶν ἄλλων εἰς τὰς οἰκείας διαφοράς, ὅς γε “καὶ περὶ τοῦ τῶν ἀχύρων ἐξαπτοµένου πυρός, ᾧ χρῆσθαι τοῖς τὸν χρυσὸν ἐργαζοµένοις ἔθος, οὐδεµίαν εἶναι νοµίζει διαφορὰν [ἀλλὰ] πρὸς τὸ τῶν ἄλλων ὑλῶν· οὐδὲ γὰρ τὸ πῦρ τοῦ πυρός, ᾗ πῦρ ἐστι, <διαφέρειν, ἀλλὰ> κατὰ τὸ µᾶλλόν τε καὶ ἧττον. ἰσχυρὸν γὰρ εἶναί τι καὶ ἀσθενὲς πῦρ συγχωρεῖ, καὶ τό γε τῶν ἀχύρων ἀσθενέστατον εἶναι νοµίζων εὐταµίευτον εἶναί φησι πρὸς τὴν ἐργασίαν τοῦ χρυσοῦ. διατήκεσθαι γὰρ αὐτὸν καὶ διαρρεῖν ἰσχυροτέρᾳ πλησιάζοντα φλογί.” ἀλλ’, ὦ βέλτιστε Λύκε, φαίη τις ἂν οἶµαι πρὸς αὐτόν, εἰ τῶν φυσικῶν φιλοσόφων ἠκηκόεις ζητούντων, ὅπως αἱ φλόγες γεννῶνται, κατανενοήκεις ἂν οἶµαι τὰς ἐν αὐταῖς διαφοράς. ἐγὼ τοίνυν, ὅσον οἷόν τε διὰ βραχυτάτων ἐπιτέµνεσθαι λόγον οὐ µικρόν, ἐξηγήσοµαί σοι περὶ αὐτῶν. ὁρᾷς οἶµαι τῆς καιοµένης ὕλης ἀναθυµίασίν τινα γιγνοµένην ἐν διεσπασµένοις ἀπ’ ἀλλήλων µορίοις, ὧν µεταξύ τις ἀὴρ ἀπολαµβανόµενος ἐξ ἀνάγκης µὲν δήπου θερµαίνεται. παµπόλλην δὲ ἴσχει διαφορὰν ἐν τῷ µᾶλλόν τε καὶ ἧττον. ἀλλὰ καὶ τὰ διαλείµµατα τῶν ἀναφεροµένων σωµάτων οὐκ ἴσα πάσαις ταῖς φλοξίν ἐστιν, ὥσπερ οὐδ’ αὐτῆς τῆς ἀναθυµιάσεως ἡ φύσις, ἀλλὰ καὶ µεγέθει καὶ σµικρότητι διενήνοχεν ἀλλήλων τὰ τῆς καιοµένης ὕλης ἀνε<νεχ>θέντα µόρια καὶ πυκνότητι καὶ µανότητι καὶ τῷ τὰ µὲν ἡµίκαυτα, τὰ δ’ οἷον ὁλόκαυτα ὑπάρχειν, ἢ ὅλως τὰ µὲν µᾶλλον, τὰ δὲ ἧττον ἐκπυροῦσθαι. ὅταν οὖν ταῦτα φαίνηται τοσαύτην ἔχοντα τὴν διαφορὰν ὅ τε ἀὴρ ὁ δεδεγµένος αὐτὰ ποτὲ µὲν µᾶλλον ὑπ’ αὐτῶν ἐκτεθερµασµένος ᾖ, ποτὲ δ’ ἧττον, ἀναγκαῖον οἶµαι παµπόλλην γε ποικιλίαν γίγνεσθαι καὶ διαφορὰν οὐκ ὀλίγην τῆς φλογός. ἡ γὰρ τῆς µείξεως ἀνοµοιότης τὸ πλῆθος τῶν διαφορῶν ἐργάζεται.

6. ῞Ωσπερ δὲ τὰ περὶ τοῦ πυρὸς ἀµαθῶς εἴρηται τῷ Λύκῳ, κατὰ τὸν αὐτὸν οἶµαι τρόπον κἀπειδὰν φάµενος τριχῶς νενοῆσθαι τὸ πολὺ θερµὸν ἕκαστον τῶν σηµαινοµένων ἐπεξέρχηται. τὸ µὲν γάρ τι κατὰ τὴν οὐσίαν φησὶν νενοῆσθαι πολὺ θερµόν, τὸ δέ τι κατὰ τὴν ἐπίτασιν τῆς ποιότητος, τὸ δέ τι κατὰ τὴν ἰσχὺν τῆς οἰκείας ἐνεργείας. ἀλλ’ οὔτε κατὰ τὴν οὐσίαν εἶναι τοῖς αὐξανοµένοις πολὺ θερµὸν ἐπὶ σµικρῷ γε τῷ τοῦ σώµατος ὄγκῳ οὔτε κατὰ τὴν τῆς ποιότητος αὔξησιν· οὐ γὰρ φαίνεται θερµότερον τῶν ἀκµαζόντων. ἐν µὲν δὴ τῇ τῶν οἰκείων ἔργων ἰσχύι συγχωρεῖ µὲν ὑπερέχειν τὸ τῶν αὐξανοµένων θερµόν, ἀλλ’ οὐ κυρίως λέγεσθαι. ἔστι µὲν οὖν [ἡ] ῥῆσις αὐτοῦ, δι’ ἧς ταῦτα δηλώσει βέλτιστα, ἀλλ’ ἐγώ µοι δοκῶ, καθάπερ ἐπὶ τῆς προγεγραµµένης ἔπραξα, καὶ νῦν οὕτω ποιήσειν. οὖσαν γὰρ κἀκείνην µακροτάτην οὐχ ὅλην ἔγραψα, µόνον δὲ τὸ ἐπικαιρότατον αὐτῆς ἐξέλεξα. γιγνέσθω τοίνυν κἀπὶ ταύτης οὕτως καὶ γραφέσθω τὸ χρησιµώτατον εἰς τὸ προκείµενον µέρος αὐτῆς (ὁ µὲν ἕτερος οὖν µοι τῶν λόγων καὶ δὴ πέρας ἔχει, ἐπὶ δὲ τὸν λοιπὸν ἂν ἀφικοίµην. δύο γὰρ δήπου µέµνησθέ µε προθέµενον εὐθὺς ἐπιζητήσεις ἐν ἀρχῇ, µίαν µὲν τὴν εἰ ὀρθῶς προσέθηκεν ῾Ιπποκράτης τὸ ἔµφυτον, ἄλλην δὲ εἰ ὀρθῶς εἶπε πλεῖστον εἶναι τοῖς αὐξανοµένοις τὸ θερµόν. τῆς δ’ ἑτέρας οὖν ζητήσεως ἐκτετελεσµένης ἐπὶ ταύτην ἂν λοιπὸν τραποίµην καὶ ἐπιχειρήσαιµι ἀνασκοπεῖσθαι, εἰ ὀρθῶς λέλεκται πλεῖστον εἶναι τοῖς αὐξανοµένοις τὸ θερµόν)· κατὰ δὴ τὸ ἐξετάζειν [οὖν] ἕτερον πρὸς ἕτερον θερµὸν τριττὰ τυγχάνει ὄντα τὰ ἐπιζητήσεως δεόµενα καὶ µάλα πολὺ κεχωρισµένα ἀλλήλων. ἓν µέν τί ποτέ ἐστι τὸ πλεῖον ἄλλο ἄλλου θερµόν, ἕτερον δέ τί ποτέ ἐστι <τὸ> ἄλλο ἄλλου θερµότερον, καὶ τρίτον τί ποτ’ ἐστι <τὸ> ἄλλο ἄλλου θερµὸν ἰσχυρότερον. εἰ µὲν οὖν τύχοι τις ἐρόµενος ἡµᾶς, ποῖόν τί ἐστι τὸ πλεῖον ἄλλο ἄλλου θερµόν, τὸ ἀνὰ λόγον ὀφείλοµεν ἀποκρίνεσθαι, ὡς κἂν πρὸς τὸν ἕτερον ἐρόµενον, ποῖόν τί ἐστιν ἕτερον ἑτέρου ὑγρὸν πλεῖον, ἀποκρινοίµεθα. ὥσπερ γὰρ ἐνταῦθα πρὸς τὸ εἰρηµένον ἐπερώτηµα οὐκ ἔστιν ἄλλο τι ὀρθῶς ἀποκρίνασθαι ἀλλ’ ἢ µόνον τοῦτο τὸ τῇ οὐσίᾳ ὑπερβάλλειν <τὸ πλέον καὶ διπλασίῳ> πλείονος ἀµέλει ὑγροῦ ἄν τις εἴποι εἶναι τὸν ἀµφορέα τοῦ ἡµίσεως, οὕτω [δὲ] κἀπὶ τοῦ θερµοῦ, εἰ τὴν αὐτήν τις ἐρώτησιν ἐρωτῴη ταύτην, ποῖόν ἐστι πλέον τοῦ ἑτέρου θερµόν, οὐκ ἂν ἄλλο τι ὀρθῶς ἀποκρινοίµεθα ἢ τὸ τῇ οὐσίᾳ πλέον διὰ τὸ οὐσίας ὑπάρχειν πλείονος δηλονότι καὶ παρήκειν <εἰς> τόπον πλείονα. καὶ οὐδὲν ἄν γε κωλύσει ταὐτὸν καὶ πλεῖον εἶναι θερµὸν καὶ ἐπ’ ἔλαττον θερµόν, ὥσπερ γε καὶ τὸ πλεῖον τῇ οὐσίᾳ ὑγρὸν δύναιτ’ ἂν ἐπ’ ἔλαττον εἶναι κεχυµένον. πρὸς µὲν οὖν τό γε ἐπερώτηµα τοῦτο ὀρθῶς ἄν τις ἀποκρίναιτο· πρὸς δ’ αὖ ἐκεῖνο τὸ ποῖόν ἐστιν ἕτερον ἑτέρου θερµότερον ἀποκρίνασθαι ὀρθῶς ἔστι τὸ κατὰ τὴν θάλψιν ἐπιτεταµένον µᾶλλον, κἂν ἐπὶ οὐσίας ἐλάττονος τύχῃ ὄν, ὥσπερ γε πρὸς τὸν ἐρόµενον, ὁποῖόν τί ἐστιν ἕτερον ἑτέρου λευκότερον, ἔστιν ἀποκρίνασθαι ὀρθῶς τὸ ἐπιτεταµένον µᾶλλον κατὰ τὴν ποιότητα τὴν λευκήν. κατὰ γοῦν τοῦτο κἂν ἐν βραχεῖ ὄγκῳ τύχῃ οὖσα χιών, λευκοτέραν <ἄν> τις φαίη αὐτὴν εἶναι οὑτινοσοῦν ἄλλου λευκοῦ, ὥσπερ γε καὶ πρὸς τὸν ἐρόµενον, ποῖόν τί ἐστι τὸ ἕτερον ἑτέρου ὑγρότερον, ἀποκρίνασθαι ἔστιν ὀρθῶς τὸ µᾶλλον κεχυµένον, οἷον τὸ ὕδωρ τοῦ µέλιτος καὶ τῆς πίττης, κἂν τὸ µὲν ὕδωρ ἐν πάνυ βραχείᾳ οὐσίᾳ θεωρῆται, τὸ δὲ µέλι καὶ ἡ πίττα ἐν ὑπερβολῇ. οὕτω δὲ καὶ <πρὸς> τὸν περὶ τοῦ θερµοῦ ἐρόµενον, ποῖόν τί ἐστιν ἕτερον ἑτέρου θερµότερον, ὀρθῶς ἔστιν ἀποκρίνασθαι τὸ µάλιστα ἐπιτεταµένον κατὰ τὴν θάλψιν, οἷον τὸ πῦρ, κἂν ἐπ’ ὀλίγης οὐσίας θεωρῆται, ἕτερον δέ τί που θερµὸν καὶ χλιαρὸν ἀντεξεταζόµενον τούτου τυγχάνῃ ἐπὶ πλείονος οὐσίας ὑπάρχον. πρὸς µὲν οὖν ταῦτα αἵδ’ ἀποκρίσεις εἰσί· πρὸς δὲ τὸν ἀναπυνθανόµενον, ποῖόν τί ἐστι τὸ ἕτερον <τοῦ> ἑτέρου ἰσχυρότερον θερµόν, οὐκέθ’ ὁµοία ταῖς πρόσθεν <ἡ> ἀπόκρισις. οὔτε γὰρ τὸ κατὰ τὴν θάλψιν ἐπιτεταµένον µᾶλλον ἀποκρινούµεθα οὔτε τὸ ἐπ’ οὐσίας θεωρούµενον πλείονος, ἀλλὰ τὸ κατὰ τὴν ἄνυσιν τοῦ ἔργου ὑπερβάλλον. συνίσταιτο δ’ ἂν ὅπερ λέγω οὕτως· ἔργα δήπου τὰ τοῦ θερµοῦ πολλά ἐστι. χεῖται γάρ τινα τούτῳ, καὶ ἄλλα συνίστησι καὶ µεταβάλλει µάλα πολλὰ καὶ ὡς κατὰ µέρος εἰπεῖν ἐπὶ τῶν ἡµετέρων σωµάτων πέττει τὴν τροφὴν ἐν γαστρὶ καὶ τοῖς ἐντέροις καὶ εἰς τὸ σῶµα ἀνάγει τὴν κατεργασίαν καὶ [πρὸς σῶµα] ἀλλοιοῖ καὶ προσφύει τοῖς ἡµετέροις σώµασιν αὐτὴν κατά γε τὴν θρέψιν καὶ τὴν αὔξησιν. ἔστιν οὖν ἰσχυρότερον ἕτερον

1 ... 159 160 161 162 163 164 165 166 167 ... 182
Перейти на страницу:

Комментарии
Минимальная длина комментария - 20 знаков. В коментария нецензурная лексика и оскорбления ЗАПРЕЩЕНЫ! Уважайте себя и других!
Комментариев еще нет. Хотите быть первым?