Книги онлайн и без регистрации » Разная литература » Сочинения. Том 5 - Гален Клавдий

Сочинения. Том 5 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 141 142 143 144 145 146 147 148 149 ... 182
Перейти на страницу:
τε τῆς κενώσεως αὐτοῦ φησιν ὠφελεῖσθαι τοὺς κάµνοντας οὐκ εἰς τὸ λύειν ὧν ἐποίη<σεν> ἤδη παθῶν, ἀλλ’ εἰς τὸ µηκέτι αὐξάνειν αὐτὰ <καὶ> ἀπαιτεῖ τοῖς ἰατροῖς ἐπιτελεῖσθαι τὴν ἴασιν.

ἀλλὰ γὰρ ὑποκείσθω τὸ πλῆθος γίγνεσθαί ποτε νόσων αἴτιον συνεκτικόν, ἀναγκαῖον αὐτοῦ τῇ κενώσει παύσασθαι τὸ νόσηµα. καὶ µὴν οὐδέποτέ ἐστιν, ὥς φησιν ᾿Ασκληπιάδης, συνεκτικόν. ἀποχωρήσαντας γὰρ ἐνταῦθα τοῦ ληρώδους ᾿Ιουλιανοῦ βέλτιον ᾿Ασκληπιάδῃ διαλεχθῆναι κἂν εἰ µηδὲν ἄλλο νοµίµῳ γοῦν ὑπάρχοντι σοφιστῇ. λόγους γὰρ εἴωθεν ἐρωτᾶν πιθανωτάτους ὁ ἀνὴρ οὗτος οὐκ ἀκόµψως πεπανουργευµένους, ὅπερ ἦν ἔργον οἶµαι σοφιστοῦ. τοιοῦτος δὲ δή τίς ἐστι καὶ ὃν ἐφεξῆς ἔγραψεν ᾿Ιουλιανὸς οὐ µὰ τὸν Δία τῆς δυνάµεως αἰσθανόµενος αὐτοῦ (πάντας γὰρ ἂν ἐγεγράφει τοὺς τοιούτους), ἀλλ’ ἀποµνηµονεύσας εἰρηµένων ὑπ’ ᾿Ασκληπιάδου, ὡς, εἴ γε τῶν ἰδίων ᾿Ιουλιανοῦ λόγων ἦν, ὁµοίως ἂν ἐφαίνετο τοῖς ἔµπροσθεν ληρώδης. ὁ τοίνυν ᾿Ασκληπιάδης φησίν, ὡς, εἴπερ ἦν συνεκτικὸν αἴτιον τὸ πλῆθος τῶν παθῶν, ἐπὶ δαψιλέσι κενώσεσιν ἐνίοτε κατὰ τὴν ἀρχὴν τῆς νόσου γενοµέναις εὐθὺς <ἄν> ἁπάντων ὀχληρῶν ὁ κάµνων ἀπηλλάττετο· νυνὶ δὲ φαίνεσθαι πολλάκις αὐξανοµένας τὰς νόσους ἤδη τοῦ πλήθους καθῃρηµένου. οὗτος ὁ λόγος ἱκανῶς πιθανός ἐστι καὶ διὰ τοῦτο δεῖται λύσεως ἰδίας, οὐ µὴν ἅπτεται τῶν κατὰ τὸν ἀφορισµὸν ῾Ιπποκράτους εἰρηµένων. οὐ γὰρ ἐκ δόγµατος ἐκεῖνα τὴν πίστιν ἔσχηκεν, ἀλλ’ ἐκ λογισµοῦ κοινοῦ πάντων ἀνθρώπων, ᾧ καὶ τοὺς ᾿Εµπειρικοὺς ἔφην χρῆσθαι. διὸ καὶ λύωµεν αὐτὸν τὸν ᾿Ασκληπιάδου λόγον οὐχ ὡς προσήκοντα τοῖς κατὰ τὸν ἀφορισµὸν εἰρηµένοις, ἀλλ’ ἐπειδὴ βέλτιον εἶναι δοκεῖ τῶν ᾿Ιουλιανοῦ λήρων ἀνεσχηµένους ἄχρι δεῦρο γυµνάσασθαί ποτε διαλεκτικώτερον ἀνθρώπῳ προσπαλαίσαντας ὄντι σοφιστῇ. ὅταν οὖν ὀνοµάζῃ πλῆθος ὁ ᾿Ασκληπιάδης, ἐρωτητέον αὐτὸν ὁπότερόν φησιν, ἆρά γε τὸ πρὸς τὴν δύναµιν εἴτε τὸ πρὸς τὴν χώραν τῶν ἀγγείων, ὃ δὴ καὶ κατὰ τὸ ἔγχυµα καλεῖν εἰσιν εἰθισµένοι, καὶ πότερον τὸ καθ’ ὅλον τὸ σῶµα γιγνόµενον ἢ κἂν ἐν µέρει τινὶ συνίσταται. τὸ µὲν οὖν ὡς πρὸς τὴν δύναµιν οὐδ’ εἰπεῖν αὐτῷ δυνατὸν ἀνῃρηκότι τὰς δυνάµεις σχεδὸν ἁπάσας αἷς διοικεῖται τὸ ζῷον. τὸ δ’ ὡς πρὸς τὴν χώραν τῶν ἀγγείων ἔστι µὲν δήπου καὶ τοῦτο διττὸν ἤτοι τῷ κατὰ φύσιν µέτρῳ παραβαλλόµενον ἢ ψιλῷ καὶ µόνῳ τῷ µὴ στέγεσθαι. δύναται δὲ ἑκάτερον αὐτῶν ἤτοι καθ’ ὅλον ὑπάρχειν τὸ ζῷον ἢ καθ’ ἕν τι µόριον ἢ πλείω. καὶ δέδεικται πρὸς ἡµῶν ἔν τε τοῖς ὑποµνήµασιν ἐν οἷς τὰς Αἰτίας τῶν συµπτωµάτων διερχόµεθα κἀν τῷ <Περὶ> τῶν παρὰ φύσιν ὄγκων ὅ τε σπασµὸς ἐνίοτε καὶ ὁ τρόµος ἥ τε φλεγµονὴ διὰ παντὸς ἐρυσίπελάς τε καὶ τὸ καλούµενον ὑπὸ τῶν νεωτέρων ἰατρῶν οἴδηµα καὶ πρὸς τούτοις ἕτερά τινα πάθη πληθωρικὴν ὑπόθεσιν ἔχοντα καί, εἴ τις κενώσει τὸ πλῆθος, αὐτίκα τὸ µόριον εἰς τὸ κατὰ φύσιν ἐπανερχόµενον. εἴρηται δὲ καὶ Περὶ τῶν συνεκτικῶν αἰτίων ἑτέρωθι δεικνύντων ἡµῶν ὅτι τε τοὔνοµα καὶ τὸ πρᾶγµα αὐτὸ καθ’ οὗ τοὔνοµα τῆς Στωϊκῆς αἱρέσεώς ἐστι καὶ ὡς οὐκ ὀρθῶς οὔθ’ ὑπειλήφασιν οὔτ’ ὀνοµάζουσιν οἱ νεώτεροι τῶν ἰατρῶν ἅπαν τοῦτο τὸ γένος, καίτοι γε καὶ ἡµεῖς ἑπόµενοι πολλάκις αὐτοῖς, ὅπως µὴ δόξωµεν ἐρίζειν ὑπὲρ ὀνόµατος, ἔνια τῶν αἰτίων οὕτω καλεῖσθαι συγχωροῦµεν, οὐ µὰ Δί’, ὅσα τῶν ἁπλῶς ὄντων ἐστίν, ἀλλὰ τῶν ἐν τῷ γίγνεσθαι τὸ εἶναι κεκτηµένων. ἐν τούτῳ µὲν ἡ λύσις τοῦ σοφίσµατος, ἅπαντα δὲ µεταφέρειν ἐνταῦθα τῆς ᾿Ιουλιανοῦ φλυαρίας ἔργον οὐχ ἡµέτερον.

ἀλλ’ ἐφ’ ἕτερόν τι τῶν προβεβληµένων ἴωµεν ὃ κοινῇ πρὸς ἅπαντ’ ἐστὶ τῶν ἐν ὑγροῖς αἰτίων <ὧν> τὸ γένος ὑπάρχει διττόν, ἐν πλήθει µὲν τὸ ἕτερον, ἐν διαφθορᾷ δὲ τὸ ἕτερον. ἀλλ’ ἀµφοῖν γε ῥᾳδίαν ἔσεσθαί φασι τὴν ἴασιν, ἐν ἀκαρεῖ χρόνῳ δυναµένων ἡµῶν καὶ τοῦ πλεονάζοντος ἀποχέαι τὸ περιττὸν καὶ τὸ διεφθαρµένον ὅλον ἐκκενῶσαι, ὥστ’ οὐδέποτε χρονίσειν νόσηµα. τοῦτον οὖν τὸν λόγον οὕτως ὄντα σαφῆ τε ἅµα καὶ σύντοµον ἀσαφῶς καὶ µακρῶς ὁ ᾿Ιουλιανὸς ἔγραψε κατὰ τήνδε τὴν ῥῆσιν· αὐτίκα <ἔοικεν> ἐν τῷ ἀφορισµῷ λῆµµα συνηρπάσθαι οὐκ ἀποδεδειγµένον τὸ ὅτι ὑγροῦ πλῆθος νοσοποιεῖ ἢ µεταβολὴ πρὸς τὸ οὐκ οἰκεῖον τῆς ἰδίας ποιότητος, <ᾗ τὸ> ὄνοµα ἰατρῶν παῖδες ἔθεντο κατὰ τοῦ ὅλου εἴδους διαφθοράν, ὥστε τοῦ νοσοποιοῦ ἀποκρινοµένου ὠφέλειαν ἔσεσθαι φαντάζεται σφόδρα ἰταµῶς πρός γε τὴν ἀπὸ τοῦ ἀµάχου φαινοµένην κρίσιν. <ἀλλὰ τὸ> ὑγροῦ τινος ἐν τῷ σώµατι πλῆθος τῆς νόσου τὸ αἴτιον εἶναι νοµίζειν ἢ οὐ πλῆθος µέν, τροπὴν δὲ ἀδιανόητόν τε καὶ πρὸς τὴν ἀλήθειαν ἀσύµφωνον τόδε τυγχάνει ὄν. καὶ γὰρ <ἦν> τὰ πάθη εὔλυτα πάντα καὶ οὐκ ἂν ἦν τι χρόνιον ἥ τε θεραπεία πᾶσα µονοειδὴς οὐδ’ ἡντινοῦν δυσχέρειαν ἐργώδη ἔχουσα. ἁπλοῦν γὰρ ἦν ἐκ παρακειµένου κενῶσαι τὸ νοσοποιοῦν καὶ αὐτίκα ἐν ἀρχῇ καὶ κατὰ τὴν πρώτην ὑπόστασιν λύειν τὸ πάθος, ὥσθ’ ἑνὸς µόνου δεῖσθαι κενωτικοῦ βοηθήµατος καὶ τοῦτο παρὰ πάντα καιρὸν ἐνεστῶτα πεσόντα ὁρίζειν καὶ αἵµατος µένοντος µόνῃ ἀρκεῖσθαι φλεβοτοµίᾳ, φλέγµατος δὲ φλεγµαγωγῷ, χολῆς δὲ χολαγωγῷ.

7. Αὕτη µὲν ἡ τοῦ ᾿Ιουλιανοῦ ῥῆσις. ἔστι δ’, ὡς ἔφην, ὁ κατ’ αὐτὴν λόγος τοιόσδε· “εἴπερ ἐν ὑγροῖς εἴη τὰ τῶν νόσων αἴτια, δυνατόν ἐστιν ἡµῖν ἐν τάχει κενοῦσιν αὐτὰ µηδενὶ νοσήµατι χρονίζειν ἐπιτρέπειν. ἀλλὰ µὴν χρονίζει γε πολλά, κἂν κατὰ τὴν ἀρχὴν αὐτῶν ἱκανῶς ἐκκενώσωµεν τὸ σῶµα. οὐκ ἄρα ἐστὶν ἐν ὑγροῖς τὰ αἴτια.” ἀλλ’ ὅ γε λόγος οὗτος, εἰ µὲν περὶ τοῦ πρὸς τὴν χώραν τῶν ἀγγείων ἐν ὅλῳ τῷ σώµατι συνισταµένου πλήθους ἐστίν, ἀληθὴς ὑπάρχει (βουληθέντες γὰρ εὐθέως ἐν ἀρχῇ τῆς νόσου κενῶσαι τὸ περιττὸν ἐκκρίνοµεν ἅπασαν πληθωρικὴν διάθεσιν). εἰ δὲ περὶ τοῦ κατά τι µόριον, ἐν ᾧ καὶ πλείω γιγνόµενα, ψευδής. ἐπιδέδεικται γὰρ ἡµῖν ἐκεῖνο τὸ πλῆθος οὐκ ἀεὶ κενοῦσθαι ταχέως δυνάµενον. οὕτω δὴ καὶ περὶ τῆς διαφθορᾶς ὁ λόγος ἐρωτώµενος [εἰ] πρόχειρον ἔχει τὴν λύσιν. οὐ γὰρ οἷόν τε ταχέως αὐτὴν ἐκκενῶσαι, καθάπερ ἐξ ἀσκοῦ τινος ἢ πίθου. κἂν <εἰ> ἐκ τούτων ὅλων ἐκκενώσαιµεν πῇ ποτε τὸ µοχθηρὸν ὑγρόν, οὐκ εὐθέως ἀντεγχέοµεν ἕτερον χρηστόν, ἀλλὰ διανίψαντές τε καὶ πλύναντες ἀκριβῶς τὸ ἀγγεῖον. ἆρ’ οὖν οὕτω δυνατὸν ἐν ἀνθρώπου σώµατι κενῶσαι µὲν τὸ διεφθαρµένον αἷµα, χρηστὸν δὲ ἀντεγχεῖν παραχρῆµα τοῖς ἐκείνου µορίοις [ἄξιον τοῦτο]; πῶς οὖν ἐν τάχει φασὶ δύνασθαι κενωθῆναι τὴν διαφθοράν; οὕτως ὡς καὶ τἄλλα πάντα λέγουσιν εὐχερῶς οὐδενὶ προσέχοντες τὸν νοῦν οὐδὲ µετὰ περισκέψεως ἀκριβεστέρας ὅλον ἀθροῦντες τὸ πρᾶγµα. καὶ µὴν καὶ χολῆς περιεχοµένης ἐν τῷ σώµατι πολλῆς ἄνευ µὲν πυρετοῦ ῥᾴδιον ἐκκενῶσαι πολλάκις. εἰ δ’ ἁλῶναι φθάσειεν ὁ ἄνθρωπος ὀξεῖ πυρετῷ, χαλεπώτατον. οὐ γὰρ οὐδ’ ἐγχωρεῖ χρῆσθαι καθαίρουσι φαρµάκοις ἀκινδύνως. ὁµοίως δὲ καὶ περὶ φλέγµατος ἔχει καὶ τῶν

1 ... 141 142 143 144 145 146 147 148 149 ... 182
Перейти на страницу:

Комментарии
Минимальная длина комментария - 20 знаков. В коментария нецензурная лексика и оскорбления ЗАПРЕЩЕНЫ! Уважайте себя и других!
Комментариев еще нет. Хотите быть первым?