Сочинения. Том 5 - Гален Клавдий
Шрифт:
Интервал:
Закладка:
10. Περὶ δὲ τῶν ἑκατέρου τοῦ πλήθους γνωρισµάτων ἐν τῷ παρόντι σκεψόµεθα, πότερον ἐπὶ φλεβοτοµίαν ἀφιξόµεθα πάντως ὅταν φαίνηται ταῦτα περί τινα τῶν ἔτι τὰ συνήθη πραττόντων, ἢ οὐκ ἀναγκαῖον, ὅταν µηδεµία προσδοκία µεγάλου νοσήµατος. ἥντινα τοίνυν ἔχωµεν γνώµην καὶ περὶ τούτου ἴστε πολλάκις αὐτοὶ παραγεγονότες µοι συµβουλεύοντι, ἤτοι ποδαγρικοῖς ἢ ἀθριτικοῖς ἢ ἐπιληπτικοῖς ἢ µελαγχολικοῖς, ἢ αἷµα πρόσθεν ἐπτυκόσιν, ἢ κατὰ θώρακα πρὸς τοιοῦτον πάθηµα κατασκευὴν ἐπιτηδείων ἔχουσιν, ἢ σκοτοµατικοῖς, ἢ συνεχῶς ἁλισκοµένοις συνάγχῃ ἢ περιπνευµονίᾳ, ἢ πλευρίτισιν, ἢ ἡπατίτισιν, ἢ ὀφθαλµίαις σφοδραῖς, ἢ καθόλου φάναι µεγάλῳ νοσήµατι. φλεβοτοµίαν γὰρ ἐπὶ τῶν τοιούτων ἁπάντων ἀναγκαῖον εἶναι φηµὶ βοήθηµα παραχρῆµα προσαγόµενον, ἐπιδιωρισµένῃ τῇ δυνάµει τε καὶ ἡλικίᾳ. ταῦτα εἰ µὴ λεχθείη ποτὲ, προσυπακούεσθαι χρή. τοῖς δὲ µηδὲν τοιοῦτον πεπονθόσιν ἔµπροσθεν ἁπάντων τε τῶν µορίων τοῦ σώµατος ἄµεµπτον ἔχουσι κατασκευὴν, ἴστε δήπου διττὴν ὁδὸν τῆς κενώσεως ὑποτιθέµενόν µε, διὰ φλεβοτοµίας µὲν εἰ ἀκρατεῖς εἶεν τῇ διαίτῃ, χωρὶς δὲ ταύτης εἰ ἐγκρατεῖς. ἔνεστι γὰρ καὶ τρίψει πολλῇ καὶ λουτροῖς καὶ περιπάτοις καὶ ταῖς ἄλλαις κινήσεσι, ἔτι χρίσµασι διαφορητικοῖς, ταχέως ἐκκενῶσαι τὸ πλῆθος, εἰ µὴ ἄρα σοι δόξει ποτὲ παχέος αἵµατος εἶναι πλεο-νεξίαν. τοιοῦτον δέ ἐστι µάλιστα τὸ µελαγχολικὸν ὡς τὰ πολλά. σπανίως δέ που καὶ τὸ τῶν ὠµῶν καλουµένων χυµῶν. ἀλλ’ ἐπὶ µὲν τῆς µελαγχολικῆς καλουµένης περιουσίας φλεβοτοµεῖν ἄµεινον, ἢ πάντως γε φαρµάκῳ χρῆσθαι µελάνων καθαρτικῷ, τῶν δ’ ὠµῶν χυµῶν ἐπικρατούντων, πρὶν µὲν ἄρξασθαι νοσεῖν, εὐλαβῶς ἀποκενώσεις, ἤδη δὲ πυρεττόντων, ὡς ἔµπροσθεν εἶπον, οὐδ’ ὅλως. ἕξεις δὲ αὐτῶν γνώρισµα τό τε τῆς χροιᾶς µολιβδῶδες ἢ ὀχρώλευκον ἅπαντά τε µᾶλλον ἢ ἐρυθρὸν, καὶ τὴν τῶν σφυγµῶν ἀνωµαλίαν. εἰ δὲ ἱκανῶς ηὐξηµένον εἴη τὸ τοιοῦτον πλῆθος, καὶ τὸ βάρος τοῦ σώµατος αὐτοῖς σύνεστι καὶ πρὸς τὰς κινήσεις ὄκνος καὶ γνώµης νωθρότης καὶ αἰσθήσεων ἀµαυρότης. ἔµπαλιν δὲ τούτοις τοὺς ἐξ ἐπισχέσεως αἱµοῤῥοΐδων ἠθροικότας αἷµα φλεβοτοµήσεις θαῤῥῶν, κᾂν µὴ πρότερον ὦσι πεπειραµένοι µεγάλου νοσήµατος. ἐνδέχεται µὲν γὰρ αὐτοὺς ἐπιτηδείους µὲν εἶναι πρός τι τῶν τοιούτων, οὐδέπω δὲ πεπονθέναι διὰ τὴν ὑπὸ τῶν αἱµοῤῥοΐδων κένωσιν. ἐὰν δὲ καὶ φαίνωνται τινὰ µόρια κατεσκευασµένοι µοχθηρῶς, καὶ µάλιστα τὸ κατὰ θώρακα, πάντως αὐτοὺς φλεβοτοµήσεις ἐν τάχει.
11. Τὴν αὐτὴν δὲ γνώµην ἴστε µε καὶ περὶ γυναικῶν ἔχοντα τῶν ἐπεσχηµένων τὴν ἔµµηνον κάθαρσιν. οὐδὲ γὰρ οὐδ’ ἐπὶ τούτων ἀναβάλλεσθαι χρὴ τὴν κένωσιν. οὐ µὴν ἀναγκαῖόν γε σχάσαι τὴν φλέβα. καὶ γὰρ αἱ τῶν σφυρῶν ἀποχαράξεις ἱκαναὶ κενῶσαι τὸ περιττὸν, ἔχουσαί τι καὶ ἄλλο προτρεπτικὸν εἰς τὴν τῶν ἐµµήνων κίνησιν, ὥσπερ γε καὶ αἱ κατὰ τὰ σφυρὰ καὶ τὰς ἰγνύας φλεβοτοµίαι. τὰς γὰρ ἐξ ἐπισχέσεως καταµηνίων ἀπὸ τῶν σκελῶν πάντως κενώσεις, εἴτε φλέβα χρὴ τέµνειν, εἴτ’ ἀποσχάζειν. ἀντισπᾶν γὰρ εἴωθεν ἡ ἐξ ἀγκῶνος φλεβοτοµία τὰς τῶν γυναικῶν καθάρσεις, ἀθροίζουσι δὲ καὶ τούτων αὐτῶν ὅσαι µὲν λευκότεραι λεπτότερον αἷµα, καὶ διὰ τοῦτο ταῖς ἀπὸ τῶν σφυρῶν ἀµυχαῖς ὀνίνανται µάλιστα. τὰς µελαντέρας δὲ φλέβας τέµνων θεράπευε. παχύτερον γὰρ ἀθροίζουσιν αἷµα καὶ µελαγχολικώτερον, ἔτι δὲ µᾶλλον ἂν µεγάλας ἔχειν φαίνωνται τὰς φλέβας. ὑπάρχει δὲ τοῦτο ἰσχνοτέραις τε καὶ µελαντέραις. εὐσάρκοις δὲ καὶ λευκαῖς σµικρότης τῶν φλεβῶν, ἐφ’ ὧν ἀποσχάζειν ἄµεινον τὰ σφυρὰ τοῦ τέµνειν τὴν φλέβα. καὶ γὰρ καὶ µικρὰς αὗται τὰς ἐν τοῖς σκέλεσι φλέβας ἔχουσιν, ὥστε οὐδὲ ῥεῖ τὸ σύµµετρον, εἰ καὶ καλῶς τµηθείη. οὐ χρὴ