Книги онлайн и без регистрации » Разная литература » Сочинения. Том 5 - Гален Клавдий

Сочинения. Том 5 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 96 97 98 99 100 101 102 103 104 ... 182
Перейти на страницу:
τοῦ κάµνοντος αὐτοῦ. καὶ λειποθυµία ἐπὶ πολλῶν παθῶν ὅρος ἐστὶ κενώσεως, καὶ ὁ τόνος τῆς ῥύσεως τοῦ αἵµατος ὀκλάζων, καὶ οἱ σφυγµοὶ τρεψάµενοι. καὶ µόνης ταύτης κενώσεως αὐτοκράτορα τὴν ἐξουσίαν ἔχει ὁ ἰατρὸς παύειν ὅτε βούλοιτο, τῶν δ’ ἄλλων οὐδεµιᾶς. ἀλλ’ εἴθ’ ὑπήλατον φάρµακον δώσεις, εἴτε ἐµετήριον, εἴτε οὔρων κενωτικὸν, εἴτε θώρακος, εἴτε κεφαλῆς καθαρτικὸν, πρώτη δόσις ἐπὶ σοὶ, τὰ δ’ ἐφεξῆς ἡ τύχη βραβεύει καὶ µέγας ὁ κίνδυνος ἐπὶ φαρµάκων καθαιρόντων δόσεσιν ἢ µὴ κινηθῆναι τὴν κάθαρσιν ἢ µὴ ῥᾳδίως ἐκκριθῆναι τὸ συῤῥοῦν εἰς τὴν κοιλίαν, ἢ µετὰ πόνων καὶ δήξεων καὶ στρόφων καὶ καταψύξεως καὶ ἀσφυξίας καὶ λειποθυµίας ἐκκρίνεσθαι, ἢ ταραχθῆναι µὲν ὅλον τὸ σῶµα σφοδρῶς, ὀλίγον δὲ κενωθῆναι ἢ ὑπερκενωθῆναι. καὶ γὰρ αὖ καὶ τοῦτο γίνεται πολλάκις ἐν τῷδε, κακῶν ἔσχατον. οὐ γὰρ ὥσπερ ἐπὶ τῆς φλεβὸς τῆς διῃρηµένης ἐπιθεὶς τὸν δάκτυλον εὐθὺς ἔπαυσας, τὸ ῥέον εἰς τὴν γαστέρα παύειν. ἀλλ’ ὅµως οὐδεὶς ἰατρῶν ἀφίσταται δόσεως φαρµάκων, εὐλαβείᾳ τῶν ἐπιγιγνοµένων συµπτωµάτων, ἀλλ’ ὡς σφαλεὶς νῦν οὕτω µηκέτι χρῆσθαι προνοεῖται. τί λέγω καθαρτικὰ καὶ φαρµάκων ἰσχυρῶν µνηµονεύων διατρίβω, σιτίου παντὸς ἡ διαµαρτία τοῦ µέτρου µέγιστα βλάπτει; θεάσασθαι δέ ἐστιν ἐναργῶς τῆς βλάβης τὸ µέγεθος ἐν τοῖς ὑπερίνοις µὲν καὶ ἀσθενέσι, ταχείας δὲ ἀναθρέψεως δεοµένοις. ἐν οἷς τὸ µὲν ἔλαττον ἐνδεῶς τρέφον µαραίνει τὴν δύναµιν, τὸ δ’ ὑπερβάλλον, ἄχθος ὂν τῇ φύσει µᾶλλον ἢ τροφὴ, τελέως ἀπέπνιξέ τε κατέσβεσεν. ἆρ’ οὖν ἀποστήσει καὶ τοῦ σιτίου διδόναι, διότι τὸ µέτρον δύσληπτον; οὕτω µέν γε καὶ τοῦ ἰατρεύειν ἀποστήσῃ παντάπασιν. ὡς οὐδὲν γὰρ εὕροις τῶν κατ’ ἰατρικὴν ὃ µὴ σὺν µέτρῳ τινὶ τὴν χρείαν παρέχει. φλεβοτοµίας δὲ καὶ µόνης οὐδὲ τοῦτ’ ἔχεις µέµψασθαι. ἄµφω τοῦ µέτρου αἱ διαµαρτίαι µεγάλα βλάπτουσιν· αἱ µὲν γὰρ ὑπερβολαὶ βλαβερώταται, τίς δ’ οὐ φησίν; ἀλλ’ οὐκ ἀναγκαῖον ὑπερβάλλειν ἐν ᾧ τοὐλάττονα κίνδυνον. ἔστω γὰρ, εἰ τύχοι, τριῶν κοτυλῶν ἡ σύµµετρος ἀφαίρεσις, εἰ µὲν δ′ ἀφέλοις, ἔβλαψε µέγιστα· δύο δ’ εἰ ἐκκενώσαις, ὠφέλησε µὲν ἱκανῶς, ἔβλαψε δ’ οὐδέν. ἔνεστι µὲν γάρ σοι τὴν µίαν ἢ κλυστῆρσιν ἢ ἀσιτίαις ἢ τρίψεσιν ἢ ἱδρῶσιν ἐκκενῶσαι. πρὸς τὸ µηδ’ εἰ αὖθις αἵµατος ἀφελεῖν ἐθέλοις κεκωλύσθαι. ἀλλὰ τί πολλὰ λέγω φιλοτιµούµενος ἀντιπαρεξάγειν ἀνθρώποις ἀµαθέσιν, οἳ πρὸς τὸ µηδὲν ἐχόµενον λόγου φλυαρεῖν οὐδὲ τὰ πρὸς αὐτῶν ἐπαινούµενα γινώσκουσι. θαυµάζουσι µὲν γὰρ τοὺς ᾿Ερασιστράτου λόγους καὶ τοὔνοµα ἐπ’ αὐτοῖς ἀπ’ ἐκείνου τίθενται, προσαγορεύοντες ᾿Ερασιστρατείους, οὕτω δὲ αὐτῶν ἀµαθεῖς εἰσὶν ὥστε πάντα µᾶλλον ἢ τὴν ἐκείνου γνώµην ἐξηγοῦνται. περὶ γοῦν φλεβοτοµίας οὕτω µακρὰ καὶ ἀλλόκοτα ληροῦσιν, ὡς ἄν τινα µὴ τὴν ἀµάθειαν αὐτῶν µόνον, ἀλλ’ ἤδη καὶ τὴν ἀναισχυντίαν θαυµάσαι. σαφῶς γὰρ αὐτοῦ λέγοντος ᾿Ερα-σιστράτου ἐν τῷ περὶ αἵµατος ἀναγωγῆς, ἐν ᾧ καὶ µόνῳ φλεβοτοµίας ἐµνηµόνευσε, ὅτι Χρύσιππος ὑπὲρ τοῦ διαρκέσαι τὸν κάµνοντα ταῖς ἀσιτίαις ἀναγκαίως παραληφθησόµενον διὰ τὰς φλεγµονὰς οὐκ ἀφῄρει τοῦ αἵµατος, αὐτοὶ πάντα µᾶλλον ἢ ταῦτα λέγουσιν. εἶτ’ οὖν ἐµὲ βούλει προσέχειν ἀνθρώποις ᾿Ερασιστράτου φλυαροῦσιν, αὐτὰς ἔχοντα ᾿Ερασιστράτου φωνάς; οὐδενὶ τὸν τρόπον ἡγοῦµαι προσήκειν. ἀκούσωµεν οὖν αὐτοῦ τῶν φωνῶν. πολὺ, φησὶ, βέλτιον ὁ Χρύσιππος ἐποίει, οὐ µόνον τὸ παρὸν ἐπιβλέπων, ἀλλὰ καὶ τοῦ ἐπιφεροµένου κινδύνου φροντίζων. ἐχόµενος γὰρ τοῦ περὶ τὴν ἀναγωγὴν ὁ κατὰ φλεγµονὴν κίνδυνος, ἐν ᾧ προσφέρειν µὲν οὐ ῥᾴδιον, φλεβοτοµηθέντι δὲ καὶ πολὺν χρόνον ἀσιτήσαντι κίνδυνος ἐκλυθῆναι. σαφῶς γὰρ ἐνταῦθα τὸν κατ’ ἔνδειαν κίνδυνον εὐλαβεῖσθαί φησιν αὐτὸν, ὃν ἐξ ἀνάγκης ἀκολουθήσειν οἴεται πλείονι χρόνῳ, διὰ τὴν φλεγµονὴν λιµαγχονουµένου τἀνθρώπου.

8. Καὶ οὐ δέοµαι πάλιν ἐνταῦθα ληρούντων ᾿Ερασιστρατείων διὰ τί προσφέρειν τροφὰς τοῖς φλεγµαίνουσιν ἀνθρώποις εἶπεν, ἀλλ’ αὐτὸν ᾿Ερασίστρατον ἐξηγούµενον ἑαυτὸν ἔχω δι’ ὧν ἔµπροσθεν ἐµνηµόνευσα ῥήσεων. ἐκ µὲν τοῦ τρίτου περὶ πυρετῶν ὑπὲρ τῶν ἐπὶ πλήθει γινοµένων φλεγµονῶν· ἐκ δὲ τοῦ πρώτου περὶ τραύµατος. ἐν ἀµφοτέροις γὰρ βιβλίοις οὐχ ἅπαξ, ἀλλὰ πολλάκις ὑπὸ τῶν ἀσιτιῶν κενουµένας τὰς φλέβας ἐπιτηδειοτέρας ἔσεσθαι φησὶ πρὸς τὸ πάλιν εἰς αὐτὰς δέξασθαι τὸ παρεγχυθὲν αἷµα. τί γὰρ φησίν; ἀκόλουθον δὲ τούτοις καὶ τὸ µηδὲν προσφέρειν τοῖς τετραυµατισµένοις ὑπὸ τοὺς τῆς φλεγµονῆς καιρούς. κενούµεναι γὰρ αἱ φλέβες τῆς τροφῆς ῥᾷον παραδέχονται τὸ παρεµπεπτωκὸς αἷµα εἰς τὰς ἀρτηρίας. ὡς κενωτικὸν οὖν βοήθηµα ἡ ἀσιτία φλεγµονὰς λύεται. οὐ γὰρ δι’ ἄλλο τι φησὶν αὐτὴν ἐπὶ τῶν φλεγµαινόντων παραλαµβάνειν ἢ ὅτι κενούµεναι αἱ φλέβες ῥᾷον παραδέξονται τὸ παρεµπεµπτωκὸς αἷµα εἰς τὰς ἀρτηρίας. εἶτα, ὦ πρὸς θεῶν, κενῶσαι τις τὰς φλέβας βουλόµενος, ἐνὸν ἀλύπως καὶ ταχέως τοῦτο ποιῆσαι, µακρὰ κάµνει. οὐκ οἶδα πῶς ἄν τις µᾶλλον ἑαυτῷ περιπίπτων εὑρεθείη. οὐ φλεβοτοµῶ, φησὶν, ἵν’ ὁ κάµνων ἐξαρκέσῃ τὰς διὰ τὰς φλεγµονὰς ἀσιτίας. τίνος δὲ χάριν τὰ φλεγµαίνοντα λιµαγχονεῖς; ἵνα κενώσω, φησὶ, τὰς φλέβας. τί οὖν οὐκ ἀπ’ ἀρχῆς ἐκένους; ἐγὼ µὲν οὖν ἐλεῶ τῶν ἁµαρτηµάτων τὸν ἄνδρα. πρὸς γὰρ οἷς ἐναντίοις ἐστὶν, οὐ τοῖς φαινοµένοις µόνον κατὰ τὴν τέχνην ἔργοις, ἀλλὰ καὶ τοῖς ἑαυτοῦ λόγοις, ἔτι καὶ τοῦτο ἀγνοῶν εὑρίσκεται, τίνος ἕνεκεν ἀσιτίαι παραλαµβάνονται, καίτοι τὴν χρείαν αὐτῶν ἱκανῶς τε ἅµα καὶ σαφῶς Πραξαγόρας ἔφθανεν γεγραφέναι, πρὸς τὸ µηδὲ ῾Ιπποκράτην παραλιπεῖν, µηδὲ Διοκλέα, οὐδὲ οὕτω χρηστὸς ὥσθ’ ὑπὲρ τοῦ κενῶσαι τὰς φλέβας οἴεται τὰς ἀσιτίας παραλαµβάνεσθαι καὶ ταύτῃ µόνον βοηθεῖν. εἶτα, πρὸς Διὸς, κενωτικοῦ δεόµενος βοηθήµατος ἐπὶ τὸ πάντων ἀσθενέστατον ἀφῖξαι, παρελθὼν τὰ δραστικὰ καὶ ταχέως ἄγειν ἐφ’ ᾧ βούλει δυνάµενα. ἀλλ’ ἔστω, συγχωρείσθω σοι καὶ τοῦτο τὰς ἐπὶ τραύµασι φλεγµονὰς οὕτω θεραπεύειν ὡς τὰς ἐπὶ πλήθει, τί ποιήσοµεν αὐτὸ τὸ πλῆθος ἐν ταῖς φλεψὶν ἔτι µένον καὶ διατεῖνον αὐτὰς, εἰς δὲ τὰς ἀρτηρίας οὕτω παρὸν ὅπως ἰατέον; ἐγὼ µὲν γὰρ ᾤµην ἐπὶ τῶν τοιούτων ἁπάντων ἑτοιµοτάτην εἶναι τὴν διὰ φλεβὸς κένωσιν. ἐπὶ θώρακα φερέσθω τὸ πλῆθος, κινδυνευέτω τι τῶν ἐν τούτῳ ῥαγῆναι ἀγγείων, οὐδ’ οὕτως φλεβοτοµήσοµεν, ἀλλ’ ἐρίοις δηλαδὴ διαδήσοµεν τὰ κῶλα; καὶ τοῦθ’ ἱκανόν. εἰ τῷ πρὸς θεῶν ἀντισπαστικῷ βοηθήµατι χρώµενοι οὐκ ἴστε ὅτι πολὺ τούτου δραστικώτερον ἀντισπάσεως φλεβοτοµία. πολλῶν γοῦν ἀνεπισχέτως αἱµοῤῥαγούντων τεµόντες φλέβα τὴν αἱµοῤῥαγίαν ἐστήσαµεν. ᾿Ερασίστρατον δ’ οἶµαι καὶ τοῦτ’ ἀγνοεῖν. οὐδὲ γὰρ τὸ τυχόν ἐστιν εἰδέναι ποίας ἐπὶ ποίοις µέρεσιν αἱµοῤῥαγοῦσι τµητέον φλέβας. ὅταν οὖν αὕτη τὰ µέγιστα δρᾷ ὧν νῦν δεόµεθα, παρῆκε τὸ κενοῦν καὶ τὸ ἀντισπᾷν. τί µέλλεις ἔτι καὶ τρίβεις τὸν χρόνον καὶ τὸν ἄνθρωπον ἐπιτρίβεις, ἐνὸν κερδῆσαι καὶ τὴν ῥῆξιν αὐτὴν τῶν ἀγγείων καὶ τὴν ἐπὶ ταύτῃ φλεγµονὴν καὶ τὰς ὑπὲρ τοῦ τὴν φλεγµονὴν ἰάσασθαι παραλαµβανοµένας λιµαγχονίας; εἰ γὰρ τὸ πλῆθος ἐργάζεται τὴν ῥῆξιν, ἐκκενώσας τὸ ἐργαζόµενον κωλύσεις τὸ ἐσόµενον· εἰ δὲ τοῦτο, καὶ τὴν ἐπὶ τῇ ῥήξει φλεγµονήν·

1 ... 96 97 98 99 100 101 102 103 104 ... 182
Перейти на страницу:

Комментарии
Минимальная длина комментария - 20 знаков. В коментария нецензурная лексика и оскорбления ЗАПРЕЩЕНЫ! Уважайте себя и других!
Комментариев еще нет. Хотите быть первым?