Сочинения. Том 5 - Гален Клавдий
Шрифт:
Интервал:
Закладка:
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ
1. ῞Οτι µὲν οὖν ἡ θρέψις ἀλλοιουµένου τε καὶ ὁµοιουµένου γίγνεται τοῦ τρέφοντος τῷ τρεφοµένῳ καὶ ὡς ἐν ἑκάστῳ τῶν τοῦ ζῴου µορίων ἐστί τις δύναµις, ἣν ἀπὸ τῆς ἐνεργείας ἀλλοιωτικὴν µὲν κατὰ γένος, ὁµοιωτικὴν δὲ καὶ θρεπτικὴν κατ’ εἶδος ὀνοµάζοµεν, ἐν τῷ πρόσθεν δεδήλωται λόγῳ. τὴν δ’ εὐπορίαν τῆς ὕλης, ἣν τροφὴν ἑαυτῷ ποιεῖται τὸ τρεφόµενον, ἐξ ἑτέρας τινὸς ἔχειν ἐδείκνυτο δυνάµεως ἐπισπᾶσθαι πεφυκυίας τὸν οἰκεῖον χυµόν, εἶναι δ’ οἰκεῖον ἑκάστῳ τῶν µορίων χυµόν, ὃς ἂν ἐπιτήδειος εἰς τὴν ἐξοµοίωσιν ᾖ, καὶ τὴν ἕλκουσαν αὐτὸν δύναµιν ἀπὸ τῆς ἐνεργείας ἑλκτικήν τέ τινα καὶ ἐπισπαστικὴν ὀνοµάζεσθαι. δέδεικται δὲ καί, ὡς πρὸ µὲν τῆς ὁµοιώσεως ἡ πρόσφυσίς ἐστιν, ἐκείνης δ’ ἔµπροσθεν ἡ πρόσθεσις γίγνεται, τέλος, ὡς ἂν εἴποι τις, οὖσα τῆς κατὰ τὴν ἐπισπαστικὴν δύναµιν ἐνεργείας. αὐτὸ µὲν γὰρ τὸ παράγεσθαι τὴν τροφὴν ἐκ τῶν φλεβῶν εἰς ἕκαστον τῶν µορίων τῆς ἑλκτικῆς ἐνεργούσης γίγνεται δυνάµεως, τὸ δ’ ἤδη παρῆχθαί τε καὶ προστίθεσθαι τῷ µορίῳ τὸ τέλος ἐστὶν αὐτό, δι’ ὃ καὶ τῆς τοιαύτης ἐνεργείας ἐδεήθηµεν· ἵνα γὰρ προστεθῇ, διὰ τοῦθ’ ἕλκεται. χρόνου δ’ ἐντεῦθεν ἤδη πλείονος εἰς τὴν θρέψιν τοῦ ζῴου δεῖ· ἑλχθῆναι µὲν γὰρ καὶ διὰ ταχέων τι δύναται, προσφῦναι δὲ καὶ ἀλλοιωθῆναι καὶ τελέως ὁµοιωθῆναι τῷ τρεφοµένῳ καὶ µέρος αὐτοῦ γενέσθαι παραχρῆµα µὲν οὐχ οἷόν τε, χρόνῳ δ’ ἂν πλείονι συµβαίνοι καλῶς. ἀλλ’ εἰ µὴ µένοι κατὰ τὸ µέρος ὁ προστεθεὶς οὗτος χυµός, εἰς ἕτερον δέ τι µεθίσταιτο καὶ παραρρέοι διὰ παντὸς ἀµείβων τε καὶ ὑπαλλάττων τὰ χωρία, κατ’ οὐδὲν αὐτῶν οὔτε πρόσφυσις οὔτ’ ἐξοµοίωσις ἔσται. δεῖ δὲ κἀνταῦθά τινος τῇ φύσει δυνάµεως ἑτέρας εἰς πολυχρόνιον µονὴν τοῦ προστεθέντος τῷ µορίῳ χυµοῦ καὶ ταύτης οὐκ ἔξωθέν ποθεν ἐπιρρεούσης ἀλλ’ ἐν αὐτῷ τῷ θρεψοµένῳ κατῳκισµένης, ἣν ἀπὸ τῆς ἐνεργείας πάλιν οἱ πρὸ ἡµῶν ἠναγκάσθησαν ὀνοµάσαι καθεκτικήν. ὁ µὲν δὴ λόγος ἤδη σαφῶς ἐνεδείξατο τὴν ἀνάγκην τῆς γενέσεως τῆς τοιαύτης δυνάµεως καὶ ὅστις ἀκολουθίας σύνεσιν ἔχει, πέπεισται βεβαίως ἐξ ὧν εἴποµεν, ὡς ὑποκειµένου τε καὶ προαποδεδειγµένου τοῦ τεχνικὴν εἶναι τὴν φύσιν καὶ τοῦ ζῴου κηδεµονικὴν ἀναγκαῖον ὑπάρχειν αὐτῇ καὶ τὴν τοιαύτην δύναµιν.
2. ᾿Αλλ’ ἡµεῖς οὐ τούτῳ µόνῳ τῷ γένει τῆς ἀποδείξεως εἰθισµένοι χρῆσθαι, προστιθέντες δ’ αὐτῷ καὶ τὰς ἐκ τῶν ἐναργῶς φαινοµένων ἀναγκαζούσας τε καὶ βιαζοµένας πίστεις ἐπὶ τὰς τοιαύτας καὶ νῦν ἀφιξόµεθα καὶ δείξοµεν ἐπὶ µέν τινων µορίων τοῦ σώµατος οὕτως ἐναργῆ τὴν καθεκτικὴν δύναµιν, ὡς αὐταῖς ταῖς αἰσθήσεσι διαγιγνώσκεσθαι τὴν ἐνέργειαν αὐτῆς, ἐπὶ δέ τινων ἧττον µὲν ἐναργῶς ταῖς αἰσθήσεσι, λόγῳ δὲ κἀνταῦθα φωραθῆναι δυναµένην. ἀρξώµεθ’ οὖν τῆς διδασκαλίας ἀπ’ αὐτοῦ τοῦ τέως πρῶτον µεθόδῳ τινὶ προχειρίσασθαι µόρι’ ἄττα τοῦ σώµατος, ἐφ’ ὧν ἀκριβῶς ἔστι βασανίσαι τε καὶ ζητῆσαι τὴν καθεκτικὴν δύναµιν ὁποία ποτ’ ἐστίν. ἆρ’ οὖν ἄµεινον ἄν τις ἑτέρωθεν ἢ ἀπὸ τῶν µεγίστων τε καὶ κοιλοτάτων ὀργάνων ὑπάρξαιτο τῆς ζητήσεως; ἐµοὶ µὲν οὖν οὐκ ἂν δοκεῖ βέλτιον. ἐναργεῖς γοῦν εἰκὸς ἐπὶ τούτων φανῆναι τὰς ἐνεργείας διὰ τὸ µέγεθος· ὡς τά γε σµικρὰ τάχ’ ἄν, εἰ καὶ σφοδρὰν ἔχει τὴν τοιαύτην δύναµιν, ἀλλ’ οὐκ αἰσθήσει γ’ ἑτοίµην διαγιγνώσκεσθαι τὴν ἐνέργειαν αὐτῆς. ἀλλ’ ἔστιν ἐν τοῖς µάλιστα κοιλότατα καὶ µέγιστα τῶν τοῦ ζῴου µορίων ἥ τε γαστὴρ καὶ <αἱ> µῆτραί τε καὶ ὑστέραι καλούµεναι. τί οὖν κωλύει ταῦτα πρῶτα προχειρισαµένους ἐπισκέψασθαι τὰς ἐνεργείας αὐτῶν, ὅσαι µὲν καὶ πρὸ τῆς ἀνατοµῆς δῆλαι, τὴν ἐξέτασιν ἐφ’ ἡµῶν αὐτῶν ποιουµένους, ὅσαι δ’ ἀµυδρότεραι, τὰ παραπλήσια διαιροῦντας ἀνθρώπῳ ζῷα, οὐχ ὡς οὐκ ἂν ἱκανῶς τό γε καθόλου περὶ τῆς ζητουµένης δυνάµεως καὶ τῶν ἀνοµοίων ἐνδειξοµένων, ἀλλ’ ὡς ἵν’ ἅµα τῷ κοινῷ καὶ τὸ ἴδιον ἐφ’ ἡµῶν αὐτῶν ἐγνωκότες εἴς τε τὰς διαγνώσεις τῶν