Книги онлайн и без регистрации » Разная литература » Сочинения. Том 5 - Гален Клавдий

Сочинения. Том 5 - Гален Клавдий

Шрифт:

-
+

Интервал:

-
+

Закладка:

Сделать
1 ... 25 26 27 28 29 30 31 32 33 ... 182
Перейти на страницу:
ἑαυτῷ τὸ σπέρµα, τὸν ὑφ’ ῾Ιπποκράτους ἐπὶ τῆς ἑκταίας γονῆς, ἣν ἐκπεσεῖν ἔλεγε τῆς µουσουργοῦ, τῷ τῶν ὠῶν εἰκασθέντα χιτῶνι· µετὰ δὲ τοῦτον ἤδη καὶ τἆλλ’, ὅσα πρὸς ἐκείνου λέγεται διὰ τοῦ περὶ φύσιος παιδίου συγγράµµατος. ἀλλ’ εἰ τῶν διαπλασθέντων ἕκαστον οὕτω µείνειε σµικρόν, ὡς ἐξ ἀρχῆς ἐγένετο, τί ἂν εἴη πλέον; αὐξάνεσθαι τοίνυν αὐτὰ χρή. πῶς οὖν αὐξηθήσεται; πάντη διατεινόµενα θ’ ἅµα καὶ τρεφόµενα. καί µοι τῶν ἔµπροσθεν εἰρηµένων ἐπὶ τῆς κύστεως, ἣν οἱ παῖδες ἐµφυσῶντες ἔτριβον, ἀναµνησθεὶς µαθήσῃ µᾶλλον κἀκ τῶν νῦν ῥηθησοµένων. ἐννόησον γὰρ δὴ τὴν καρδίαν οὕτω µὲν µικρὰν εἶναι κατ’ ἀρχάς, ὡς κέγχρου µηδὲν διαφέρειν ἤ, εἰ βούλει, κυάµου, καὶ ζήτησον, ὅπως ἂν ἄλλως αὕτη γένοιτο µεγάλη χωρὶς τοῦ πάντη διατεινοµένην τρέφεσθαι δι’ ὅλης ἑαυτῆς, ὡς ὀλίγῳ πρόσθεν ἐδείκνυτο τὸ σπέρµα τρεφόµενον. ἀλλ’ οὐδὲ τοῦτ’ ᾿Ερασίστρατος οἶδεν ὁ τὴν τέχνην τῆς φύσεως ὑµνῶν, ἀλλ’ οὕτως αὐξάνεσθαι τὰ ζῷα νοµίζει καθάπερ τινὰ κρησέραν ἢ σειρὰν ἢ σάκκον ἢ τάλαρον, ὧν ἑκάστῳ κατὰ τὸ πέρας ἐπιπλεκοµένων ὁµοίων ἑτέρων τοῖς ἐξ ἀρχῆς αὐτὰ συντιθεῖσιν ἡ πρόσθεσις γίγνεται. ἀλλὰ τοῦτό γ’ οὐκ αὔξησίς ἐστιν ἀλλὰ γένεσις, ὦ σοφώτατε· γίγνεται γὰρ ὁ θύλακος ἔτι καὶ ὁ σάκκος καὶ θοἰµάτιον καὶ ἡ οἰκία καὶ τὸ πλοῖον καὶ τῶν ἄλλων ἕκαστον, ὅταν µηδέπω τὸ προσῆκον εἶδος, οὗ χάριν ὑπὸ τοῦ τεχνίτου δηµιουργεῖται, συµπεπληρωµένον ᾖ. πότ’ οὖν αὐξάνεται; ὅταν ἤδη τέλειος ὢν ὁ τάλαρος, ὡς ἔχειν πυθµένα τέ τινα καὶ στόµα καὶ οἷον γαστέρα καὶ τὰ τούτων µεταξύ, µείζων ἅπασι τούτοις γένηται. καὶ πῶς ἔσται τοῦτο; φήσει τις. πῶς δ’ ἄλλως ἢ εἰ ζῷον ἐξαίφνης ἢ φυτὸν ὁ τάλαρος ἡµῖν γένοιτο; µόνων γὰρ τῶν ζώντων ἡ αὔξησις. σὺ δ’ ἴσως οἴει τὴν οἰκίαν οἰκοδοµουµένην αὐξάνεσθαι καὶ τὸν τάλαρον πλεκόµενον καὶ θοἰµάτιον ὑφαινόµενον. ἀλλ’ οὐχ ὧδ’ ἔχει· τοῦ µὲν γὰρ ἤδη συµπεπληρωµένου κατὰ τὸ εἶδος ἡ αὔξησις, τοῦ δ’ ἔτι γιγνοµένου ἡ εἰς τὸ εἶδος ὁδὸς οὐκ αὔξησις ἀλλὰ γένεσις ὀνοµάζεται· αὐξάνεται µὲν γὰρ τὸ ὄν, γίγνεται δὲ τὸ οὐκ ὄν.

4. Καὶ ταῦτ’ ᾿Ερασίστρατος οὐκ οἶδεν, ὃν οὐδὲν λανθάνει, εἴπερ ὅλως ἀληθεύουσιν οἱ ἀπ’ αὐτοῦ φάσκοντες ὡµιληκέναι τοῖς ἐκ τοῦ περιπάτου φιλοσόφοις αὐτόν. ἄχρι µὲν οὖν τοῦ τὴν φύσιν ὑµνεῖν ὡς τεχνικὴν κἀγὼ γνωρίζω τὰ τοῦ περιπάτου δόγµατα, τῶν δ’ ἄλλων οὐδὲν οὐδ’ ἐγγύς. εἰ γάρ τις ὁµιλήσειε τοῖς ᾿Αριστοτέλους καὶ Θεοφράστου γράµµασι, τῆς ῾Ιπποκράτους ἂν αὐτὰ δόξειε φυσιολογίας ὑποµνήµατα συγκεῖσθαι, τὸ θερµὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν εἰς ἄλληλα δρῶντα καὶ πάσχοντα καὶ τούτων αὐτῶν δραστικώτατον µὲν τὸ θερµόν, δεύτερον δὲ τῇ δυνάµει τὸ ψυχρὸν ῾Ιπποκράτους ταῦτα σύµπαντα πρώτου, δευτέρου δ’ ᾿Αριστοτέλους εἰπόντος. τρέφεσθαι δὲ δι’ ὅλων αὑτῶν τὰ τρεφόµενα καὶ κεράννυσθαι δι’ ὅλων τὰ κεραννύµενα καὶ ἀλλοιοῦσθαι δι’ ὅλων τὰ ἀλλοιούµενα, καὶ ταῦθ’ ῾Ιπποκράτειά θ’ ἅµα καὶ ᾿Αριστοτέλεια. καὶ τὴν πέψιν ἀλλοίωσίν τιν’ ὑπάρχειν καὶ µεταβολὴν τοῦ τρέφοντος εἰς τὴν οἰκείαν τοῦ τρεφοµένου ποιότητα, τὴν δ’ ἐξαιµάτωσιν ἀλλοίωσιν εἶναι καὶ τὴν θρέψιν ὡσαύτως καὶ τὴν αὔξησιν ἐκ τῆς πάντη διατάσεως [τοῦ σώµατος] καὶ θρέψεως γίγνεσθαι, τὴν δ’ ἀλλοίωσιν ὑπὸ τοῦ θερµοῦ µάλιστα συντελεῖσθαι καὶ διὰ τοῦτο καὶ τὴν πέψιν καὶ τὴν θρέψιν καὶ τὴν τῶν χυµῶν ἁπάντων γένεσιν, ἤδη δὲ καὶ τοῖς περιττώµασι τὰς ποιότητας ὑπὸ τῆς ἐµφύτου θερµασίας ἐγγίγνεσθαι, ταῦτα σύµπαντα καὶ πρὸς τούτοις ἕτερα πολλὰ τά τε τῶν προειρηµένων δυνάµεων καὶ τὰ τῶν νοσηµάτων τῆς γενέσεως καὶ τὰ τῶν ἰαµάτων τῆς εὑρέσεως ῾Ιπποκράτης µὲν πρῶτος ἁπάντων ὧν ἴσµεν ὀρθῶς εἶπεν, ᾿Αριστοτέλης δὲ δεύτερος ὀρθῶς ἐξηγήσατο. καὶ µὴν εἰ ταῦτα σύµπαντα τοῖς ἐκ τοῦ περιπάτου δοκεῖ, καθάπερ οὖν δοκεῖ, µηδὲν δ’ αὐτῶν ἀρέσκει τῷ ᾿Ερασιστράτῳ, τί ποτε βούλεται τοῖς ᾿Ερασιστρατείοις ἡ πρὸς τοὺς φιλοσόφους ἐκείνους τοῦ τῆς αἱρέσεως αὐτῶν ἡγεµόνος ὁµιλία; θαυµάζουσι µὲν γὰρ αὐτὸν ὡς θεὸν καὶ πάντ’ ἀληθεύειν νοµίζουσιν. εἰ δ’ οὕτως ἔχει ταῦτα, πάµπολυ δήπου τῆς ἀληθείας ἐσφάλθαι χρὴ νοµίζειν τοὺς ἐκ τοῦ περιπάτου φιλοσόφους, οἷς µηδὲν ὧν ᾿Ερασίστρα-τος ὑπελάµβανεν ἀρέσκει. καὶ µὴν ὥσπερ τιν’ εὐγένειαν αὐτῷ τῆς φυσιολογίας τὴν πρὸς τοὺς ἄνδρας ἐκείνους συνουσίαν ἐκπορίζουσι. πάλιν οὖν ἀναστρέψωµεν τὸν λόγον ἑτέρως ἢ ὡς ὀλίγῳ πρόσθεν ἐτύχοµεν εἰπόντες. εἴπερ γὰρ οἱ ἐκ τοῦ περιπάτου καλῶς ἐφυσιολόγησαν, οὐδὲν ἂν εἴη ληρωδέστερον ᾿Ερασιστράτου καὶ δίδωµι τοῖς ᾿Ερασιστρατείοις αὐτοῖς τὴν αἵρεσιν· ἢ γὰρ τὸν πρότερον λόγον ἢ τοῦτον προσήσονται. λέγει δ’ ὁ µὲν πρότερος οὐδὲν ὀρθῶς ἐγνωκέναι περὶ φύσεως τοὺς περιπατητικούς, ὁ δὲ δεύτερος ᾿Ερασίστρατον. ἐµὸν µὲν οὖν ὑποµνῆσαι τῶν δογµάτων τὴν µάχην, ἐκείνων δ’ ἡ αἵρεσις. ἀλλ’ οὐκ ἂν ἀποσταῖεν τοῦ θαυµάζειν ᾿Ερασίστρατον· οὐκοῦν σιωπάτωσαν περὶ τῶν ἐκ τοῦ περιπάτου φιλοσόφων. παµπόλλων γὰρ ὄντων δογµάτων φυσικῶν περί τε γένεσιν καὶ φθορὰν τῶν ζῴων καὶ ὑγίειαν καὶ νόσους καὶ τὰς θεραπείας αὐτῶν ἓν µόνον εὑρεθήσεται ταὐτὸν ᾿Ερασιστράτῳ κἀκείνοις τοῖς ἀνδράσι, τό τινος ἕνεκα πάντα ποιεῖν τὴν φύσιν καὶ µάτην µηδέν. ἀλλὰ καὶ αὐτὸ τοῦτο µέχρι λόγου κοινόν, ἔργῳ δὲ µυριάκις ᾿Ερασίστρατος αὐτὸ διαφθείρει· µάτην µὲν γὰρ ὁ σπλὴν ἐγένετο, µάτην δὲ τὸ ἐπίπλοον, µάτην δ’ αἱ εἰς τοὺς νεφροὺς ἀρτηρίαι καταφυόµεναι, σχεδὸν ἁπασῶν τῶν ἀπὸ τῆς µεγάλης ἀρτηρίας ἀποβλαστανουσῶν οὖσαι µέγισται, µάτην δ’ ἄλλα µυρία κατά γε τὸν ᾿Ερασιστράτειον λόγον· ἅπερ εἰ µὲν οὐδ’ ὅλως γιγνώσκει, βραχεῖ µαγείρου σοφώτερός ἐστιν ἐν ταῖς ἀνατοµαῖς, εἰ δ’ εἰδὼς οὐ λέγει τὴν χρείαν αὐτῶν, οἴεται δηλονότι παραπλησίως τῷ σπληνὶ µάτην αὐτὰ γεγονέναι. καίτοι τί ταῦτ’ ἐπεξέρχοµαι τῆς περὶ χρείας µορίων πραγµατείας ὄντα µελλούσης ἡµῖν ἰδίᾳ περαίνεσθαι; πάλιν οὖν ἀναλάβωµεν τὸν αὐτὸν λόγον εἰπόντες τέ τι βραχὺ πρὸς τοὺς ᾿Ερασιστρατείους ἔτι τῶν ἐφεξῆς ἐχώµεθα. δοκοῦσι γάρ µοι µηδὲν ἀνεγνωκέναι τῶν ᾿Αριστοτέλους οὗτοι συγγραµµάτων, ἀλλ’ ἄλλων ἀκούοντες, ὡς δεινὸς ἦν περὶ φύσιν ὁ ἄνθρωπος καὶ ὡς οἱ ἀπὸ τῆς στοᾶς κατ’ ἴχνη τῆς ἐκείνου φυσιολογίας βαδίζουσιν, εἶθ’ εὑρόντες ἕν τι τῶν περιφεροµένων δογµάτων κοινὸν αὐτῷ πρὸς ᾿Ερασίστρατον ἀναπλάσαι τινὰ συνουσίαν αὐτοῦ πρὸς ἐκείνους τοὺς ἄνδρας. ἀλλ’ ὅτι µὲν τῆς ᾿Αριστοτέλους φυσιολογίας οὐδὲν ᾿Ερασιστράτῳ µέτεστιν, ὁ κατάλογος τῶν προειρηµένων ἐνδείκνυται δογµάτων, ἃ πρώτου µὲν ῾Ιπποκράτους ἦν, δευτέρου δ’ ᾿Αριστοτέλους, τρίτων δὲ τῶν Στωϊκῶν, ἑνὸς µόνου µετατιθεµένου τοῦ τὰς ποιότητας εἶναι σώµατα. τάχα δ’ ἂν τῆς λογικῆς ἕνεκα θεωρίας ὡµιληκέναι φαῖεν τὸν ᾿Ερασίστρατον τοῖς ἐκ τοῦ περιπάτου φιλοσόφοις οὐκ εἰδότες, ὡς ἐκεῖνοι µὲν ψευδεῖς καὶ ἀπεράντους οὐκ ἔγραψαν λόγους, τὰ δ’ ᾿Ερασιστράτεια βιβλία παµπόλλους ἔχει τοὺς τοιούτους. τάχ’ ἂν οὖν ἤδη τις θαυµάζοι καὶ διαποροίη, τί παθὼν ὁ ᾿Ερασίστρατος εἰς τοσοῦτον

1 ... 25 26 27 28 29 30 31 32 33 ... 182
Перейти на страницу:

Комментарии
Минимальная длина комментария - 20 знаков. В коментария нецензурная лексика и оскорбления ЗАПРЕЩЕНЫ! Уважайте себя и других!
Комментариев еще нет. Хотите быть первым?