Сочинения. Том 3 - Гален Клавдий
Шрифт:
Интервал:
Закладка:
3.1.22. παραγράψω δὲ καὶ τὴν ῥῆσιν αὐτὴν ὧδέ πως ἔχουσαν˙ “περὶ ὧν ἑξῆς ζητήσομεν παραπλησίως ἀπὸ τῆς κοινῆς ὁρμώμενοι φορᾶς καὶ τῶν κατὰ ταύτην εἰρημένων λόγων.”
3.1.23. κοινὴν ἐνταῦθα φορὰν ὁ Χρύσιππος εἴρηκε τὸ κοινῇ πᾶσιν ἀνθρώποις δοκοῦν. εἶτ’ ἐπιφέρων φησί˙ “καὶ ἐπὶ τούτων ἱκανῶς φαίνονται ἐνηνέχθαι ἀπ’ ἀρχῆς εἰς τὸ εἶναι τὸ ἡγεμονικὸν ἡμῶν ἐν τῇ καρδίᾳ.”
3.1.24. εἶτ’ ἐφεξῆς τούτων ἁπτόμενος ἤδη τῶν ἐπιχειρημάτων αὐτῶν ὧδέ πως γράφει κατὰ λέξιν˙
3.1.25. “κοινῇ δέ μοι δοκοῦσιν οἱ πολλοὶ φέρεσθαι ἐπὶ τοῦτο ὡσανεὶ συναισθανόμενοι περὶ τὸν θώρακα αὑτοῖς τῶν κατὰ τὴν διάνοιαν παθῶν γιγνομένων καὶ μάλιστα καθ’ ὃν ἡ καρδία τέτακται τόπον, οἷον μάλιστα ἐπὶ τῶν λυπῶν καὶ τῶν φόβων καὶ ἐπὶ τῆς ὀργῆς καὶ μάλιστα τοῦ θυμοῦ˙ <ὡσανεὶ γὰρ> ἐκ τῆς καρδίας ἀναθυμιωμένου καὶ ὠθουμένου ἐκτὸς ἐπί τινα καὶ ἐμφυσῶντος τὸ πρόσωπον καὶ τὰς χεῖρας γίγνεσθαι ἡμῖν ἐμφάσεις.”
3.1.26. ἐν τούτοις ἤδη πάνυ σφόδρα θαυμάζω τοῦ Χρυσίππου πάνθ’ ἅμα συγχέοντός τε καὶ συνταράττοντος.
3.1.27. εἰρηκώς τε γὰρ ὀλίγον ἔμπροσθεν ὡς ὁ Πλάτων ἐν τοῖς περὶ τὸν θώρακα τόποις ὑπολαμβάνει τὸ θυμοειδὲς ὑπάρχειν, εἶτ’ ἀφ’ ὧν κινηθεὶς ἐπὶ τοῦθ’ ἧκεν ὑπερβὰς εἰπεῖν, ὑπερβὰς δὲ καὶ τὸ διαβαλεῖν αὐτά, κατασκευάζειν εὐθὺς ἄρχεται τὰ δο-κοῦντα αὑτῷ πρώτου πάντων τῶν ἐπιχειρημάτων μνημονεύων δι’ οὗ δείκνυται τὸ θυμοειδὲς ἐν τοῖς κατὰ τὸν θώρακα τόποις ὑπάρχον.
3.1.28. οὐ γὰρ δὴ ἐξ ἄλλων πραγμάτων φαινομένων ἢ ἐξ ὧν εἴρηκεν ὁ Χρύσιππος νῦν ἐναργέστερον ἄν τις ἀποδείξειεν ἐκ θώρακός τε καὶ καρδίας ὁρμᾶσθαι τὸν θυμόν.
3.1.29. “ὡσανεὶ γάρ,” φησίν, “ἀναθυμιωμένου τοῦ θυμοῦ ἐκ τῆς καρδίας καὶ ὠθουμένου ἐκτὸς ἐπί τινα καὶ ἐμφυσῶντος, τὸ πρόσωπόν τε καὶ τὰς χεῖρας γίγνεσθαι ἐμφάσεις.”
3.1.30. ἐν ταύτῃ τῇ ῥήσει συγχωρεῖν ἔοικεν ὁ Χρύσιππος τῷ παλαιῷ λόγῳ ζέσιν τινὰ τῆς ἐμφύτου θερμότητος ὑπολαμβάνοντι γίγνεσθαι κατὰ τὴν καρδίαν ἐν τοῖς θυμοῖς, ᾗ ζέσει τό τε διαφυσᾶσθαι τὸ πρόσωπον ἕπεται καὶ σύμπαν ἐρεύθειν τε καὶ θερμαίνεσθαι τὸ σῶμα καὶ σφοδρῶς πηδᾶν τὴν καρδίαν σὺν ταῖς κατὰ τὸ ζῷον ἁπάσαις ἀρτηρίαις.
3.1.31. ἆρ’ οὖν ὁ Πλάτων ἕτερόν τί φησιν, ἐπειδὰν ἐν Τιμαίῳ γράφῃ˙ “τὴν δὲ δὴ καρδίαν ἅμ<μ>α τῶν φλεβῶν καὶ πηγὴν τοῦ περιφερομένου κατὰ πάντα τὰ μέλη σφοδρῶς αἵματος εἰς τὴν δορυφορικὴν οἴκησιν κατέστησαν ἵν’ ὅτε ζέσειε τὸ τοῦ θυμοῦ μένος, τοῦ λόγου παραγγείλαντος ὥς τις ἄδικος περὶ αὐτὰ γίγνεται πρᾶξις ἔξωθεν ἢ καί τις ἀπὸ τῶν ἔνδοθεν ἐπιθυμιῶν, ὀξέως διὰ πάντων τῶν στενωπῶν πᾶν ὅσον αἰσθητικὸν ἐν τῷ σώματι τῶν τε παρακελεύσεων καὶ ἀπειλῶν αἰσθανόμενον γίγνοιτο ἐπήκοον.”
3.1.32. ἔτι δὲ τούτοις ἐφεξῆς καὶ τάδε γράφει. “τῇ δὲ δὴ πηδήσει τῆς καρδίας ἐν τῇ τῶν δεινῶν προσοδοκίᾳ καὶ τῇ τοῦ θυμοῦ ἐγέρσει προγιγνώσκοντες ὅτι [οἷα] διὰ πυρός γε ἡ τοιαύτη πᾶσα ἔμελλεν οἴδησις γίγνεσθαι τῶν θυμουμένων, ἐπικουρίαν αὐτῇ μηχανώμενοι τὴν τοῦ πνεύμονος ἰδέαν ἐνεφύτευσαν.”
3.1.33. ὥστε ὦ φίλτατε Χρύσιππε, τὰ Πλάτωνος δόγματα γράφεις, ἐπειδὰν ἐκ τῆς καρδίας ἀναθυμιᾶσθαί τε καὶ πρὸς τὸ ἐκτὸς ὠθεῖσθαι καὶ τὸ πρόσωπον ἐμφυσᾶν λέγῃς τὸν θυμόν.
3.2.1. Οὐ μὴν τοῦτό γ’ ἦν σοι τὸ ἀμφισβητούμενον, εἰ τὸ θυμούμενον τῆς ψυχῆς ἐν καρδίᾳ κατῴκισται, ἀλλ’ εἰ τὸ λογιζόμενον, ὅπερ ἐχρῆν ἀποδείξαντα μὴ πολλὰ κάμνειν ὑπὲρ τοῦ θυμουμένου μηδ’ ἐμπιπλάναι τὸ βιβλίον ἐπῶν ποιητικῶν ὧν ἐφεξῆς γράφεις ὡδί˙
3.2.2. “ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο
ἀνδρῶν ἐν[ὶ] στήθεσσιν ἀέξεται ἠΰτε καπνός.”
καὶ πάλιν
“ὁ θυμὸς αὐτὸν τῶν φρενῶν ἐξῆρ’ ἄνω.”
καὶ πάλιν
“πηδῶν δ’ ὁ θυμὸς ἔνδοθεν μαντεύεται.”
3.2.3. καὶ μυρία ἕτερα τοιαῦτα παρ’ ὅλον τὸ γράμμα κατασκευάζοντα τὸ θυμούμενον ὑπάρχειν ἐν τῇ καρδίᾳ, δέον μὴ τοῦτο δεικνύειν, ἀλλὰ τὸ λογιζόμενον ἢ νὴ Δία, εἴπερ ἀδύνατος ἦν ἄντικρυς ἐπιδεικνύναι τοῦτο, πειραθῆναι γοῦν [ἐπιχειρῆσαι] δεῖξαι καθ’ ἓν τοῦτο τὸ μόριον εἶναι τό τε θυμούμενον τῆς ψυχῆς καὶ τὸ λογιζόμενον.
3.2.4. ὁ δέ γε τουτὶ μὲν οὐδ’ ἐπεχείρησε πρᾶξαι κατ’ οὐδὲν μέρος τοῦ βιβλίου, χρῆται δ’ αὐτῷ διὰ παντὸς ἐξ ἑτοίμου λαμβάνων.
3.2.5. εὐθὺς γοῦν ἐν τοῖς ἐφεξῆς οὕτω γράφει˙ “τῆς μὲν ὀργῆς γιγνομένης ἐνταῦθα εὔλογον καὶ τὰς λοιπὰς ἐπιθυμίας ἐνταῦθ’ εἶναι καὶ νὴ Δία καὶ τὰ λοιπὰ πάθη καὶ τοὺς διαλογισμοὺς καὶ ὅσον τούτοις ἐστὶ παραπλήσιον.”
3.2.6. οὐδὲν γὰρ ἀναγκαῖον ἔνθα τὰ πάθη καὶ τοὺς διαλογισμοὺς ἐνταῦθ’ ὑπάρχειν, ὡς, εἴ γε τοῦτ’ ἐκ προχείρου τις ἀξιώσειε λαμβάνειν, αὐτὸ τὸ ζητούμενον λήψεται.
3.2.7. Πλάτωνος μὲν γὰρ λέγοντος οὐκ ἐκ ταὐτοῦ μέρους ὁρμᾶσθαι λογισμόν τε καὶ θυμὸν καὶ ἐπιθυμίαν, Ζήνωνος δὲ ἐν καρδίᾳ καθιδρύοντος ἅπαντα, προσῆκον ἦν, οἶμαι, καὶ Χρυσίππῳ καὶ παντὶ τῷ μετὰ Πλάτωνα καὶ Ζήνωνα κρίνοντι τὰ δόγματα τῶν ἀνδρῶν προσθεῖναι θατέρῳ μὲν αὐτῶν ἀπόδειξιν, θατέρῳ δ’ ἔλεγχόν τινα.
3.2.8. τὸ δὲ χωρὶς ἀποδείξεως ἀποφήνασθαι, καθάπερ ὁ Χρύσιππος ἐποίησεν, ὡς ἔνθ’ ἂν ᾖ τὸ παθητικὸν τῆς ψυχῆς, ἐνταῦθα καὶ τὸ λογιστικὸν ὑπάρχει, τοσούτου δεῖ φιλοσόφῳ προσήκειν ὥστ’ οὐδ’ οἱ ῥήτορες οὐδ’ οἱ σοφισταὶ πράττουσιν αὐτό˙ πειρῶνται γοῦν κἀκεῖνοι πίστεσί τισι πιθαναῖς χρῆσθαι.
3.2.9. τὸ δὲ ἕκαστον τῶν ζητουμένων ἐξ ἑτοίμου λαμβάνειν οὔτε σοφισταῖς οὔτε ῥήτορσιν οὔτε διαλεκτικοῖς οὔτ’ ἀποδεικτικοῖς οὐδ’ ὅλως οὐδενὶ τῶν πάντων προσήκει.
3.2.10. κάλλιον οὖν ἦν, οἶμαι, καθάπερ ὁ Πλάτων ἀποδεῖξαι προὐθυμήθη τὸ ἑαυτοῦ δόγμα, καὶ τὸν Χρύσιππον οὕτω πειραθῆναι τὸ τοῦ Ζήνωνος ἀποδεῖξαι καὶ μὴ πλῆθος ἐπῶν παραγράφειν ἐξ ἁπάντων τῶν ποιητῶν ἐκλέγοντα δεικνύντων ὀργὴν καὶ θυμὸν καὶ φόβον καὶ δειλίαν καὶ θράσος καὶ θάρσος καὶ καρτερίαν ὅσα τ’ ἄλλα τοιαῦτα τὰ μὲν ἐνεργείας τινὰς εἶναι, τὰ δὲ παθήματα τῆς καρδίας.
3.2.11. τί γὰρ αὐτῷ βούλεται ταυτὶ τὰ ἔπη τὰ ἐξ ῾Ομήρου συνειλεγμένα;
“κραδίη δέ οἱ ἔνδον ὑλάκτει.”
καὶ
“στῆθος δὲ πλήξας κραδίην ἠν[ε]ίπαπε μύθῳ˙
˝τέτλαθι δὴ κραδίη· καὶ κύντερον ἄλλο ποτ’ ἔτλης.˝”
καὶ
“ὣς πυκίν’ ἐν στήθεσσιν ἀναστενάχιζ’ ᾿Αγαμέμνων
νειόθεν ἐκ κραδίης, περὶ γὰρ δίε νηυσὶν ᾿Αχαιῶν.”
καὶ
“ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ.”
καὶ
“῞Ηρῃ δ’ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα.”
καὶ
“ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ
ἐν στήθεσσιν ἑοῖσιν.”
3.2.12. ἐν ἅπασι γὰρ τούτοις οὐ τὸ λογιστικόν, ἀλλὰ τὸ θυμοειδὲς ἐν τῇ καρδίᾳ περιέχεσθαι δηλοῦται, ὥσπερ οἶμαι κἀν τοῖσδε˙
“καὶ