Сочинения. Том 3 - Гален Клавдий
Шрифт:
Интервал:
Закладка:
2.8.3. τὰ μὲν οὖν ἐπιστημονικὰ καθ’ ἕκαστον πρᾶγμα παντάπασιν ὀλίγα τε καὶ εὐαρίθμητ’ ἐστί, τὰ δὲ γυμναστικὰ πάμπολλα· καθ’ ἕκαστον γὰρ τῶν ὑπαρχόντων τε καὶ συμβαινόντων τῷ πράγματι συνίσταται.
2.8.4. τὸν γοῦν ἀπὸ τῆς φωνῆς ἐρωτώμενον λόγον ἐκ τῆς θέσεως ὁρμώμενον ἐπέδειξα· οὕτω δὲ καὶ τὸν ἀπὸ τῆς εἰσπνοῆς τε καὶ ἐκπνοῆς· ὡσαύτως δ’ ἔχοντα εὑρήσεις καὶ τὸν ἀπὸ τῆς ἐν ταῖς λύπαις δήξεως· ἐναργῶς μὲν <γὰρ> ἡ δῆξίς ἐστιν ἐν τῷ στόματι τῆς γαστρός, οἱ δ’ ἐς τὴν καρδίαν ἀναφέρουσιν αὐτήν.
2.8.5. εἰ μὲν οὖν ὅτι πλησίον ἡ καρδία τέτακται τῷ στόματι τῆς γαστρός, διὰ τοῦτ’ ἀπ’ ἐκείνης ἄρχεσθαι νομίζουσι τὸ πάθος, ἀπὸ τῆς θέσεως ἐπιχειροῦσιν· εἰ δ’ αὐτὴν ὄντως οἴονται τὴν καρδίαν δάκνεσθαι, πάμπολυ σφάλλονται.
2.8.6. κάτω μὲν γὰρ τοῦ θώρακος ἡ δῆξίς ἐστιν ὑπὸ τῷ κατὰ τὸ στέρνον χόνδρῳ, ἡ καρδία δ’ ἐν μέσῳ τέτακται τῷ θώρακι· καὶ οὐδεὶς ᾔσθετο πώποτε τῆς καρδίας αὐτῆς δακνομένης οὔτ’ ἐν λύπαις οὔτ’ ἐν ἄλλῳ πάθει ψυχῆς ἢ σώματος.
2.8.7. οὐ μὴν οὐδ’ ἡ καρδιαλγία τοὔνομα τὴν ἐν τῷ θώρακι περιεχομένην καρδίαν ὀδυνᾶσθαι δηλοῖ, ἀλλ’ ἔστιν ὁμωνυμία τις οὐδένα λανθάνουσα τῶν ὡμιληκότων ἀρχαίων γράμμασι.
2.8.8. ὥσπερ γὰρ τὸ κατὰ τὸν θώρακα σπλάγχνον, οὕτω καὶ τὸ τῆς γαστρὸς στόμα καρδίαν ὀνομάζουσιν οἱ παλαιοὶ καὶ πάμπολύ γε τοὔνομά ἐστι παρ’ αὐτοῖς.
2.8.9. ἀλλ’ ἐγὼ δυοῖν ἢ τριῶν ἐπιμνησθήσομαι τῶν παρα-δειγμάτων ὑπὲρ τοῦ σαφῶς ἐνδείξασθαι τὸ σημαινόμενον ἐκ τῆς λέξεως.
2.8.10. ὁ μὲν δὴ Νίκανδρος ὧδε πως φησίν·
“ἣν κραδίην ἐπιδόρπιον, οἱ δὲ δοχαίην
κλείουσι στομάχοιο.”
2.8.11. Θουκυδίδης δ’ ὧδε· “καὶ ὁπότε εἰς τὴν καρδίαν στηρίξειεν, ἀνέτρεπέ τε αὐτὴν καὶ ἀποκαθάρσεις χολῆς πᾶσαι ὅσαι ὑπὸ τῶν ἰατρῶν εἰσιν ὠνομασμέναι ἐπῄεσαν”·
2.8.12. ὁ δ’ ῾Ιπποκράτης· “γυνὴ ἐκαρδιήλγεε καὶ οὐδὲν καθίστη· πάλην ἐς ῥοιῆς χυλὸν ἀλφίτων ἐπιπάσσουσα καὶ μονοσιτίη ἤρκεσε καὶ <οὐκ> ἀνήμεεν οἷα τὰ Χαιρίωνος.”
2.8.13. ἅπαντες οὗτοι δηλοῦσιν ἐναργῶς τὸ στόμα τῆς γαστρὸς ὀνομάζεσθαι καρδίαν. ὥστε ταύτης μὲν τῆς καρδίας εἴη ἄν τι πάθος ἡ καρδιαλγία, τοῦ σπλάγχνου δ’ ὑπὲρ οὗ πρόκειται σκοπεῖν, εἰ τὸ κυριεῦον τῆς ψυχῆς μόριον ἐν ἑαυτῷ περιέχει, τοιοῦτον πάθος οὐδέποτε γίγνεται.
2.8.14. οὐδὲ γὰρ οὐδ’ αὐτοῦ τοῦ στόματος τῆς γαστρὸς ἅπαν ἄλγημα καρδιαλγίαν προσαγορεύουσιν, ἀλλὰ μόνον ἐπειδὰν ὑπὸ δριμέων ὑγρῶν ἐρεθίζηταί τε καὶ ἀναδάκνηται.
2.8.15. τοῦτο δ’ αὐτῷ συμβαίνει ἐν ταῖς λύπαις· διὸ καὶ χολὴν ἐμοῦσιν οἱ λυπηθέντες, ἐν οἷς δ’ ὑπέρχεται κάτω καὶ ἡ γαστὴρ αὐτοῖς ἄκρατα χολώδη διαχωρεῖ.
2.8.16. συμβαίνει δὲ οὐ μόνον τοῖς λυπηθεῖσιν ἀλλὰ καὶ τῶν ἐπὶ πλέον ἀσιτησάντων οὐκ ὀλίγοις δάκνεσθαι τὸ τῆς γαστρὸς στόμα καὶ μᾶλλον εἰ σφοδρῶς προγεγυμνασμένοι μὴ προσενέγκοιντο σιτία.
2.8.17. τοῖς τε γὰρ λυπηθεῖσι καὶ τοῖς γυμνασαμένοις εὐτονώτερον εἰς τὴν γαστέρα συρρεῖ χολὴ ξανθή· πρὸς ταύτης οὖν δακνόμενοι καρδιαλγοῦσιν.
2.8.18. οὐδ’ ἔστιν ἀναγκαῖον ἐν τῷδε τῷ λόγῳ τὴν αἰτίαν ἐπισκέπτεσθαι δι’ ἣν τοῦτο συμβαίνει· μόνον γάρ μοι πρόκειται δεῖξαι κατά γε τὸ παρὸν ὡς οὐκ ἔστι τῆς καρδίας τοῦ σπλάγχνου τὸ πάθος ἡ καρδιαλγία, καθάπερ οὐδὲ τὸ δάκνεσθαι κατὰ τὰς λύπας, ἀλλὰ τὸ μὲν σύμπτωμα τοῦ στόματος τῆς γαστρός, ἐπικεχείρηται δὲ ἀπὸ τῆς κατὰ τὴν θέσιν ἐγγύτητος, ὥσπερ γε καὶ τὸ πάλλεσθαι τὴν καρδίαν ἐν τοῖς φόβοις ἀπὸ συμβεβηκότος ἐπιχειρεῖται, ὧν ἑκάτερον οὐκ ἔστιν ἐπιστημονικόν.
2.8.19. εἰ δὲ συγχωρηθείη τοιοῦτον ὑπάρχειν, οὐ Στωϊκοῖς καὶ Περιπατητικοῖς, ἀλλ’ ῾Ιπποκράτει καὶ Πλάτωνι μαρτυρεῖ, καθάπερ καὶ ὁπόσα τοῖς θυμουμένοις ὁ Χρύσιππος γράφει συμπίπτειν ἔν τε τῷ θώρακι παντὶ καὶ κατὰ τὴν καρδίαν.
2.8.20. ἄχρι γὰρ ἂν ἐν μὲν τῷ διδάσκειν τε καὶ μανθάνειν καὶ ὅλως κινεῖσθαι τὴν ψυχὴν κατ’ ἐπιστήμην τινὰ μηδὲν ἐπιδεικνύωσι συμβαῖνον τῇ καρδίᾳ, κατὰ δὲ τὰ πάθη δεικνύωσιν, οὐ μόνον οὐκ ἀνατρέπουσι τὸν παλαιὸν λόγον ἀλλὰ καὶ κατασκευάζουσιν.
2.8.21. τὰ μὲν δὴ τοιαῦτα τῶν ἐπιχειρημάτων ἐκ τοῦ δευτέρου γένους ἐστὶ τῶν λημμάτων, ὥσπερ οἶμαι καὶ τὸ πρώτην ἁπάντων τῶν μορίων τοῦ ζῴου διαπλάττεσθαι τὴν καρδίαν.
2.8.22. οὐ γὰρ τὴν κατὰ δύναμιν ἀρχὴν ἐνδείκνυται τοῦτο συγχωρηθὲν ὑπὲρ ἧς νῦν ζητοῦμεν, ἀλλὰ τὴν κατὰ γένεσιν. —εἴρηται δέ μοι καὶ διώρισται σαφῶς ὑπὲρ τῆς διαφορᾶς τῶν ἀρχῶν ἐν τῷ πρόσθεν λόγῳ.—
2.8.23. τὸ μέντοι πρώτην μὲν ἁπάντων ἄρχεσθαι κινεῖσθαι τῶν τοῦ ζῴου μορίων αὐτήν, ὑστάτην δὲ παύεσθαι τῶν ἀποδεικτικῶν ἐστι λημμάτων.
2.8.24. ἐνδείκνυται γὰρ ἀρχὴν εἶναι κινήσεως αὐτήν, οὐ μὴν ἁπάσης γε, ἀλλὰ μόνης τῆς κατὰ τοὺς σφυγμούς, ἥτις ἑτέρου γένους ἐστὶ τῆς κατὰ προαίρεσιν· ἐκείνης δ’ οὔτ’ ἄρχεσθαι πρώτην οὔθ’ ὑστάτην παύεσθαι τὴν καρδίαν ἔχει τις δεῖξαι.
2.8.25. περαίνοιτ’ ἂν οὖν κἀκ τούτου τοῦ λήμματος οὐχ ὅπερ ᾿Αριστοτέλης τε καὶ Χρύσιππος ὑπολαμβάνουσιν, ἀλλ’ ὃ Πλάτωνι καὶ ῾Ιπποκράτει δοκεῖ, τῆς μὲν κατὰ προαίρεσιν ἐν ἡμῖν κινήσεως ἀρχὴν εἶναι τὸν ἐγκέφαλον, ἑτέρας δέ τινος ἀπροαιρέτου τὴν καρδίαν.
2.8.26. ἦν μὲν οὖν καὶ ταῦθ’ ἱκανὰ πρὸς ἀπόδειξιν τῶν προκειμένων, ἀλλ’ ἐπειδὴ προὐθέμην ἐν τῷδε τῷ βιβλίῳ τὰ λήμματα ἐπελθεῖν ἅπαντα τὰ λαμβανόμενα ἐκ τῶν ὑπαρχόντων τῇ καρδίᾳ, προσθεὶς ἔτι τὰ ὑπόλοιπα καταπαύσω τὸν λόγον.
2.8.27. ἐπ’ αὐτοῖς δ’ ἐστὶ καὶ τὸ τοῦ ᾿Αριστοτέλους λῆμμα, περὶ οὗ κατὰ τὴν τελευτὴν τοῦ πρώτου βιβλίου διῆλθον, ἐκ τῶν ὑπαρχόντων τῇ καρδίᾳ· πλῆθος γάρ τι νεύρων ἐν αὐτῇ φαίνεσθαί φησιν.
2.8.28. ἐδείχθη δ’ ὑφ’ ἡμῶν ὡς νευρώδη μέν τινα σώματα κατὰ τὴν καρδίαν εἴη, νεῦρα δ’ οὐκ εἴη, καὶ ὡς τὰ μὲν νευρώδη τῇ τοῦ σώματος ἰδέᾳ μόνον ἔοικε τοῖς νεύροις, οὐκ ἐνεργείᾳ τε καὶ χρείᾳ, κρίνεσθαι δὲ προσήκει τὴν ἐν τοῖς ὀργάνοις ἑτερότητα καὶ ταυτότητα ταῖς ἐνεργείαις καὶ ταῖς χρείαις αὐτῶν.
2.8.29. ὥστ’ οὐδὲν ἔτι περὶ τῶν αὐτῶν δέομαι διέρχεσθαι, μεταβήσομαι δ’ ἐπί τι τῶν ὑπολοίπων, οὗ σχεδὸν ἅπαντες μεμνημονεύκασιν οἷς ἡ καρδία πασῶν τῶν δυνάμεων ἀρχὴ τῶν ἐν τοῖς ζῴοις ὑπείληπται.
2.8.30. λέγουσι γὰρ ὅθεν ἡ τοῦ τρέφεσθαι τοῖς ζῴοις ἀρχή, κατ’ ἐκεῖνο τὸ μόριον εἶναι καὶ τὸ λογιζόμενον τῆς ψυχῆς· ἐν καρδίᾳ δ’ εἶναι τὴν τοῦ τρέφεσθαι τοῖς ζῴοις ἀρχήν, ὥστε καὶ τὸ λογιζόμενόν